Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18 Dem. 19 (English) >>Dem. 20

Περὶ τῆς Παραπρεσβείας

19.1ὅση μέν, ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονε, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι, ἑορακότας ἄρτι τοὺς ὅτʼ ἐκληροῦσθʼ ἐνοχλοῦντας καὶ προσιόντας ὑμῖν. δεήσομαι δὲ πάντων ὑμῶν, καὶ τοῖς μὴ δεηθεῖσι δίκαιόν ἐστιν ὑπάρχειν, μηδεμίαν μήτε χάριν μήτʼ ἄνδρα ποιεῖσθαι περὶ πλείονος τὸ δίκαιον καὶ τὸν ὅρκον ὃν εἰσελήλυθεν ὑμῶν ἕκαστος ὀμωμοκώς, ἐνθυμουμένους ὅτι ταῦτα μέν ἐσθʼ ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως, αἱ δὲ τῶν παρακλήτων αὗται δεήσεις καὶ σπουδαὶ τῶν ἰδίων πλεονεξιῶν εἵνεκα γίγνονται, ἃς ἵνα κωλύηθʼ οἱ νόμοι συνήγαγον ὑμᾶς, οὐχ ἵνα κυρίας τοῖς ἀδικοῦσι ποιῆτε. 19.2τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρχονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν ἀειλογίαν ὁρῶ προτεινομένους, τουτονὶ δʼ Αἰσχίνην πολὺ τἀναντία τούτου· πρὶν γὰρ εἰσελθεῖν εἰς ὑμᾶς καὶ λόγον δοῦναι τῶν πεπραγμένων τὸν μὲν ἀνῄρηκε τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τοῖς δʼ ἀπειλεῖ περιιών, δεινότατον πάντων ἔθος εἰς τὴν πολιτείαν εἰσάγων καὶ ἀσυμφορώτατον ὑμῖν· εἰ γὰρ πράξας τι τῶν κοινῶν καὶ διοικήσας τῷ καθʼ ἑαυτὸν φόβῳ καὶ μὴ τῷ δικαίῳ κατασκευάσει μηδένʼ εἶναι κατήγορον αὑτοῦ, παντάπασιν ἄκυροι πάντων ὑμεῖς γενήσεσθε.

19.3τὸ μὲν οὖν ἐξελέγξειν πολλὰ καὶ δεινὰ πεποιηκότα τουτονὶ καὶ τῆς ἐσχάτης ὄντα τιμωρίας ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω· δὲ καίπερ ὑπειληφὼς ταῦτα φοβοῦμαι, φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ παρʼ ὑμῖν ἀγῶνες οὐχ ἧττον, ἄνδρες Ἀθηναῖοι, τῶν καιρῶν τῶν πραγμάτων εἶναι, καὶ τὸ χρόνον γεγενῆσθαι μετὰ τὴν πρεσβείαν πολὺν δέδοικα, μή τινα λήθην συνήθειαν τῶν ἀδικημάτων ὑμῖν ἐμπεποιήκῃ. 19.4ὡς δή μοι δοκεῖτʼ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθʼ ὑμῖν λέξω· εἰ σκέψαισθε παρʼ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, καὶ λογίσαισθε τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν. πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δʼ ὧν ἔπεισε, τρίτον δʼ ὧν προσετάξατʼ αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφʼ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως μὴ πάντα ταῦτα πέπρακται. 19.5τί δήποτε τούτων; ὅτι ἐκ μὲν τῶν ἀπαγγελιῶν τὸ βουλεύσασθαι περὶ τῶν πραγμάτων ὑμῖν ἐστίν· ἂν μὲν οὖν ὦσιν ἀληθεῖς, τὰ δέοντʼ ἔγνωτε, ἂν δὲ μὴ τοιαῦται, τἀναντία. τὰς δὲ συμβουλίας πιστοτέρας ὑπολαμβάνετʼ εἶναι τὰς τῶν πρέσβεων· ὡς γὰρ εἰδότων περὶ ὧν ἐπέμφθησαν ἀκούετε· οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν πρεσβευτὴς φαῦλον οὐδʼ ἀσύμφορον ὑμῖν συμβεβουλευκώς. 19.6καὶ μὴν περὶ ὧν γε προσετάξατʼ εἰπεῖν πρᾶξαι καὶ διαρρήδην ἐψηφίσασθε ποιῆσαι, προσήκει διῳκηκέναι. εἶεν· τῶν δὲ δὴ χρόνων διὰ τί; ὅτι πολλάκις, ἄνδρες Ἀθηναῖοι, συμβαίνει πολλῶν πραγμάτων καὶ μεγάλων καιρὸν ἐν βραχεῖ χρόνῳ γίγνεσθαι, ὃν ἄν τις ἑκὼν καθυφῇ τοῖς ἐναντίοις καὶ προδῷ, οὐδʼ ἂν ὁτιοῦν ποιῇ πάλιν οἷός τʼ ἔσται σῶσαι. 19.7ἀλλὰ μὴν ὑπέρ γε τοῦ προῖκʼ μή, τὸ μὲν ἐκ τούτων λαμβάνειν, ἐξ ὧν πόλις βλάπτεται, πάντες οἶδʼ ὅτι φήσαιτʼ ἂν εἶναι δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον· μέντοι τὸν νόμον τιθεὶς οὐ διώρισεν τοῦτο, ἀλλʼ ἁπλῶς εἶπε μηδαμῶς δῶρα λαμβάνειν, ἡγούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸν ἅπαξ λαβόντα καὶ διαφθαρένθʼ ὑπὸ χρημάτων οὐδὲ κριτὴν ἔτι τῶν συμφερόντων ἀσφαλῆ μένειν τῇ πόλει. 19.8ἂν μὲν τοίνυν ἐξελέγξω καὶ δείξω σαφῶς Αἰσχίνην τουτονὶ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότʼ ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ, καὶ πάντα τἀναντία τῶν συμφερόντων συμβεβουλευκότα, καὶ μηδὲν ὧν προσετάξατʼ ἐν τῇ πρεσβείᾳ πεποιηκότα, καὶ ἀνηλωκότα τοὺς χρόνους ἐν οἷς πολλῶν καὶ μεγάλων πραγμάτων καιροὶ προεῖνται τῇ πόλει, καὶ πάντων τούτων δῶρα καὶ μισθοὺς εἰληφότα μετὰ Φιλοκράτους, καταψηφίσασθʼ αὐτοῦ καὶ δίκην ἀξίαν τῶν ἀδικημάτων λάβετε· ἂν δὲ μὴ δείξω ταῦτα, μὴ πάντα, ἐμὲ μὲν φαῦλον ἡγεῖσθε τοῦτον δʼ ἄφετε.

19.9πολλὰ δὲ καὶ δεινὰ κατηγορεῖν ἔχων ἔτι πρὸς τούτοις ἕτερʼ, ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν οὐκ ἔσθʼ ὅστις ἂν οὐκ εἰκότως μισήσειεν αὐτόν, βούλομαι πρὸ πάντων ὧν μέλλω λέγειν μνημονεύοντας ὑμῶν οἶδʼ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν ἑαυτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν, ἵνʼ εἰδῆθʼ ὅτι τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστʼ ἐξελεγχθήσεται δῶρʼ ἔχων. 19.10ἔστι τοίνυν οὗτος πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων, καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῖ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου, 19.11καὶ ἀπαγγέλλων μετὰ ταῦθʼ ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, οὓς ἐν τοῖς μυρίοις ἐν Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. 19.12ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου τούτου τότε καὶ τοῦτο τὸ δεῖγμʼ ἐξενηνοχότος περὶ αὑτοῦ, τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπείσθητε ὑπʼ Ἀριστοδήμου καὶ Νεοπτολέμου καὶ Κτησιφῶντος καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδʼ ὁτιοῦν ὑγιές, γίγνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλʼ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους· διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς τὸν Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν. 19.13προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ ἀναιδῆ φυλάξομεν ἀμφότεροι, τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρʼ ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε. χωρὶς γὰρ τῶν ἄλλων ὧν, ὅπερ εἶπον, εἰρήκει πρότερον, ἀναστὰς τῇ προτέρᾳ τῶν ἐκκλησιῶν ἐν αἷς περὶ τῆς εἰρήνης ἐβουλεύεσθε, ἤρξατʼ ἀρχήν, ἣν ἐγὼ καὶ τοῖς ῥήμασιν οἶμαι τοῖς αὐτοῖς οἷσπερ οὗτος εἶπεν ἐν ὑμῖν ἀπομνημονεύσειν. 19.14εἰ πάνυ πολὺνἔφηχρόνον ἐσκόπει Φιλοκράτης, ἄνδρες Ἀθηναῖοι, πῶς ἂν ἄριστʼ ἐναντιωθείη τῇ εἰρήνῃ, οὐκ ἂν αὐτὸν ἄμεινον εὑρεῖν οἶμαι τοιαῦτα γράφοντα. ἐγὼ δὲ ταύτην μὲν τὴν εἰρήνην, ἕως ἂν εἷς Ἀθηναίων λείπηται, οὐδέποτʼ ἂν συμβουλεύσαιμι ποιήσασθαι τῇ πόλει, εἰρήνην μέντοι φημὶ δεῖν ποιεῖσθαι.” καὶ τοιούτους τινὰς εἶπε βραχεῖς καὶ μετρίους λόγους. 19.15 δὲ ταῦτʼ εἰπὼν τῇ προτεραίᾳ πάντων ἀκουόντων ὑμῶν, εἰς τὴν ὑστεραίαν, ἐν τὴν εἰρήνην ἔδει κυροῦσθαι, ἐμοῦ τῷ τῶν συμμάχων συνηγοροῦντος δόγματι καὶ τὴν εἰρήνην ὅπως ἴση καὶ δικαία γενήσεται πράττοντος, καὶ ὑμῶν βουλομένων ταῦτα καὶ οὐδὲ φωνὴν ἐθελόντων ἀκούειν τοῦ καταπτύστου Φιλοκράτους, ἀναστὰς ἐδημηγόρει καὶ συνηγόρει ʼκείνῳ πολλῶν ἀξίους, 19.16 Ζεῦ καὶ πάντες θεοί, θανάτων λόγους, ὡς οὔτε τῶν προγόνων ὑμᾶς μεμνῆσθαι δέοι οὔτε τῶν τὰ τρόπαια καὶ τὰς ναυμαχίας λεγόντων ἀνέχεσθαι, νόμον τε θήσειν καὶ γράψειν μηδενὶ τῶν Ἑλλήνων ὑμᾶς βοηθεῖν, ὃς ἂν μὴ πρότερος βεβοηθηκὼς ὑμῖν . καὶ ταῦθʼ σχέτλιος καὶ ἀναιδὴς οὗτος ἐτόλμα λέγειν ἐφεστηκότων τῶν πρέσβεων καὶ ἀκουόντων, οὓς ἀπὸ τῶν Ἑλλήνων μετεπέμψασθε ὑπὸ τούτου πεισθέντες, ὅτʼ οὔπω πεπρακὼς αὑτὸν ἦν.

19.17ὃν μὲν οὖν τρόπον, ἄνδρες Ἀθηναῖοι, χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν τούς τε χρόνους κατέτριψε καὶ τὰ πράγματα πάντʼ ἐλυμήνατο τὰ τῆς πόλεως, καὶ ὅσαι περὶ τούτων ἐμοὶ πρὸς τοῦτον ἀπέχθειαι συνέβησαν βουλομένῳ κωλύειν, αὐτίκʼ ἀκούσεσθε. ἀλλʼ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι, οὔτε μικρὸν οὔτε μέγʼ οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντʼ ἐξηπατημένοι, καὶ τούτων ἕτερʼ αὖθις αὖ πεπραχότων καὶ παρʼ αὐτὸ τὸ ψήφισμα πεπρεσβευκότων, προσῇμεν τῇ βουλῇ. καὶ ταυτὶ πολλοὶ συνίσασιν μέλλω λέγειν· τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν. 19.18παρελθὼν δʼ ἐγὼ πάντα τἀληθῆ πρὸς τὴν βουλὴν ἀπήγγειλα, καὶ κατηγόρησα τούτων, καὶ ἀνηριθμησάμην ἀπὸ τῶν πρώτων ἐλπίδων ἐκείνων ὧν Κτησιφῶν καὶ Ἀριστόδημος ἀπήγγειλαν πρὸς ὑμᾶς, καὶ μετὰ ταῦτα, ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, οὗτος ἐδημηγόρησε καὶ εἰς προήχασι τὴν πόλιν, καὶ περὶ τῶν ὑπολοίπων (ταῦτα δʼ ἦν Φωκεῖς καὶ Πύλαι) μὴ προέσθαι συνεβούλευον, μηδὲ ταὐτὰ παθεῖν, μηδʼ ἀναρτωμένους ἐλπίσιν ἐξ ἐλπίδων καὶ ὑποσχέσεσιν εἰς τοὔσχατον ἐλθεῖν τὰ πράγματʼ ἐᾶσαι. καὶ ἔπεισα ταῦτα τὴν βουλήν. 19.19ἐπειδὴ δʼ ἧκεν ἐκκλησία καὶ πρὸς ὑμᾶς ἔδει λέγειν, παρελθὼν Αἰσχίνης οὑτοσὶ πρῶτος ἡμῶν ἁπάντων (καὶ πρὸς Διὸς καὶ θεῶν πειρᾶσθε συνδιαμνημονεύειν ἂν ἀληθῆ λέγω· τὰ γὰρ πάντα τὰ πράγματα λυμηνάμενʼ ὑμῶν καὶ διαφθείρανθʼ ὅλως ταῦτʼ ἐστὶν ἤδη) τοῦ μὲν ἀπαγγέλλειν τι τῶν πεπρεσβευμένων περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρʼ ἠμφεσβήτει μὴ ἀληθῆ λέγειν ἐμέ, μνησθῆναι πάμπληθες ἀπέσχεν, εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοσαῦτʼ ἔχοντας ἀγαθά, ὥσθʼ ἅπαντας ὑμᾶς λαβὼν ᾤχετο. 19.20ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθʼ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαιʼ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετʼ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδʼ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθʼ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι, 19.21Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματʼ εἰσπραττόμενʼ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. 19.22ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτιοὐ λελήθαθʼ ἡμᾶς, ἄνδρες πρέσβεις, ἐφʼ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδʼ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατʼ ἐκείνῳ, Φίλιππος δʼ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν.” εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν· καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δʼ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν. 19.23εὐδοκιμῶν δʼ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δʼ ἐγὼ ταῦτά τʼ οὐκ ἔφην εἰδέναι καὶ ἅμʼ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς μὲν ἔνθεν, δʼ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δʼ ἐγελᾶτε, καὶ οὔτʼ ἀκούειν ἠθέλετʼ οὔτε πιστεύειν ἐβούλεσθʼ ἄλλα πλὴν οὗτος ἀπηγγέλκει. 19.24καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε· τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτʼ ἔσεσθαι προσδοκῶν ἀγαθά, ταῦθʼ ὡς οὐκ ἔσται λέγοντός τινος, κατηγοροῦντος τῶν πεπραγμένων τούτοις; πάντα γὰρ τἄλλʼ, οἶμαι, τότε δεύτερʼ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δʼ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσιʼ ἡλίκα καὶ συμφέροντʼ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.

19.25τοῦ χάριν δὴ ταῦθʼ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, “εἶτα τότʼ οὐκ ἔλεγες παραχρῆμα ταῦτʼ οὐδʼ ἐδίδασκες ἡμᾶς;” 19.26θαυμάζῃ, ἀλλὰ μεμνημένοι τὰς ὑποσχέσεις τὰς τούτων, ἃς ἐφʼ ἑκάστων ποιούμενοι τῶν καιρῶν ἐξέκλειον λόγου τυγχάνειν τοὺς ἄλλους, καὶ τὴν ἐπαγγελίαν τὴν τούτου ταύτην τὴν καλήν, εἰδῆθʼ ὅτι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τοῦτʼ ἠδίκησθʼ ὑπʼ αὐτοῦ, ὅτι τἀληθῆ παραχρῆμα καὶ ἡνίκʼ ἔδει πυνθάνεσθαι διεκωλύθητʼ ἐλπίσι καὶ φενακισμοῖς καὶ ὑποσχέσεσιν ἐξαπατώμενοι. 19.27πρώτου μὲν τούτου καὶ μάλισθʼ, ὅπερ εἶπον, εἵνεκα ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος τούτου; ἵνα τὴν ὅτʼ ἀδωροδόκητος ὑπῆρχε προαίρεσιν αὐτοῦ τῆς πολιτείας ἀναμνησθέντες, ὡς προβεβλημένη καὶ ἄπιστος ἦν πρὸς τὸν Φίλιππον, τὴν μετὰ ταῦτʼ ἐξαίφνης γεγονυῖαν πίστιν καὶ φιλίαν σκέψησθε, 19.28εἶτʼ εἰ μὲν ἐκβέβηκεν ὅσʼ ἀπήγγειλε πρὸς ὑμᾶς οὗτος καὶ καλῶς ἔχει τὰ πεπραγμένα, διὰ τὴν ἀλήθειαν καὶ τὸ συμφέρον τῇ πόλει γεγενῆσθαι νομίσητε, εἰ δὲ πάντα τἀναντίʼ ὧν οὗτος εἶπε πέπρακται, καὶ πολλὴν αἰσχύνην καὶ μεγάλους κινδύνους ταῦτʼ ἔχει τῇ πόλει, διὰ τὴν αἰσχροκέρδειαν τὴν ἑαυτοῦ καὶ τὸ χρημάτων ἀποδόσθαι τἀληθῆ μεταβεβλημένον αὐτὸν εἰδῆτε.

19.29βούλομαι δʼ, ἐπειδήπερ εἰς τούτους προήχθην τοὺς λόγους, ὃν τρόπον τὰ περὶ τοὺς Φωκέας πράγμαθʼ ὑμῶν παρείλοντο, πρῶτον εἰπεῖν ἁπάντων. δεῖ δὲ μηδένʼ ὑμῶν, ἄνδρες δικασταί, εἰς τὸ τῶν πραγμάτων μέγεθος βλέψαντα μείζους τὰς κατηγορίας καὶ τὰς αἰτίας τῆς τούτου δόξης νομίσαι, ἀλλʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι ὅντινʼ ἂν ὑμεῖς εἰς ταύτην τὴν τάξιν κατεστήσατε καὶ τῶν συμβάντων καιρῶν ἐποιήσατε κύριον, οὗτος, εἴπερ ὥσπερ οὗτος ἐβουλήθη μισθώσας αὑτὸν ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν ἂν κακῶν ὅσωνπερ καὶ οὗτος. 19.30οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματʼ ἐστὶ φαῦλα ὧν πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, οὐδὲ πολλοῦ δεῖ. εἶτα καὶ Φωκέας ἀπολώλεκεν μέν, οἶμαι, Φίλιππος, συνηγωνίσαντο δʼ οὗτοι· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾶν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦθʼ ἅπαντʼ ἀπώλεσαν οὗτοι καὶ διέφθειραν ἑκόντες, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν καθʼ ἑαυτόν. πόθεν;

19.31δὸς δέ μοι τὸ προβούλευμα, πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθʼ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵνʼ εἰδῆθʼ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλʼ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, βουλὴ δέ, μὴ κωλυθεῖσʼ ἀκοῦσαι τἀληθῆ παρʼ ἐμοῦ, οὔτʼ ἐπῄνεσε τούτους οὔτʼ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτʼ, ἀφʼ οὗ γέγονεν πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν δῆμος. 19.32ἀλλʼ οὗτοι πεπόνθασιν. λέγε δʼ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα.Μαρτυρία Προβούλευμα

ἐνταῦθʼ οὔτʼ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλʼ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδένʼ ἐπῄνεσεν βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δʼ οἱ μὲν τὰ δίκαιʼ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι. 19.33πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτʼ ἔσθʼ πονηρός; ἀναμνήσθητε παρʼ ὑμῖν αὐτοῖς τίς ἐσθʼ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτʼ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δʼ οὐδεὶς ἐμοῦ.

19.34 μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δʼ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδηἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν τι δόξαι, ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι καὶ μηδʼ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι. 19.35πρὸς δὲ τούτοις τοῦτο μὲν οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα, οὐδʼ ἤκουσεν δῆμος, ἀναστὰς δʼ οὗτος ἐδημηγόρει ταῦθʼ διεξῆλθον ἄρτι πρὸς ὑμᾶς ἐγώ, τὰ πολλὰ καὶ μεγάλʼ ἀγαθά, πεπεικὼς ἔφη τὸν Φίλιππον ἥκειν καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. ὥσθʼ ὑμᾶς, ἐκπεπληγμένους τῇ παρουσίᾳ τὸ πρῶτον τῇ τοῦ Φιλίππου καὶ τούτοις ὀργιζομένους ἐπὶ τῷ μὴ προηγγελκέναι, πραοτέρους γενέσθαι τινός, πάνθʼ ὅσʼ ἐβούλεσθʼ ὑμῖν ἔσεσθαι προσδοκήσαντας, καὶ μηδὲ φωνὴν ἐθέλειν ἀκούειν ἐμοῦ μηδʼ ἄλλου μηδενός. 19.36καὶ μετὰ ταῦτʼ ἀνεγιγνώσκεθʼ ἐπιστολὴ παρὰ τοῦ Φιλίππου, ἣν οὗτος ἔγραψʼ ἀπολειφθεὶς ἡμῶν, ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων. καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν, ἔνεστι, καὶ ὡς, ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους, κατέσχεν αὐτούς· καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν. 19.37ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλʼ οὐδὲ μικρόν. καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι· 19.38 δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων. λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δʼ ἐκεῖνος· καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθʼ ἐγώ. λέγε.Ἐπιστολή

19.39ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων Θηβαίων τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. ταύτης τοίνυν οὐδʼ ὁτιοῦν ἐσθʼ ὑγιές. καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστʼ ἐξελήλανται καὶ ἀνάστατος πόλις αὐτῶν γέγονε· τοὺς δʼ αἰχμαλώτους σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδένʼ ἐνθυμηθῆναί φησι λύσασθαι. 19.40μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπʼ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται· διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτʼ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. τοίνυν μέγιστον ἁπάντων· γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτιἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην,” γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδʼ αὐτὸς ὑπέσχετο· τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτω τότʼ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε.λέγε.Ἐξ Ἐπιστολῆς

19.41οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν, εἰ καὶ συμμαχία προσγένοιτʼ αὐτῷ, γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει· ἐπειδὴ δʼ ἀμφότερʼ αὐτῷ γέγονεν, οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο, ἂν δʼ ὑμεῖς λέγητε, ποιήσειν μήτʼ αἰσχύνην μήτʼ ἀδοξίαν αὐτῷ φέρει, εἰς ταύτας τὰς προφάσεις καταφεύγων, κἂν ἄρʼ εἴπητέ τι καὶ προαχθῆθʼ ὑμεῖς ἐπαγγείλασθαι, ἀναχώρησιν ἑαυτῷ καταλείπων.

19.42ταῦτα τοίνυν καὶ πόλλʼ ἕτερʼ ἐνῆν παραχρῆμα τότʼ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματʼ ἐᾶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν. καίτοι ταῦτα, εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν, ὀρθῶς ἐλέγετο, εἰ δὲ πραχθῆναι τῷ ὄντι, σιωπᾶσθαι συνέφερεν. εἰ μὲν γὰρ ἐνταῦθʼ ἦν ἤδη τὰ πράγμαθʼ ὥστε μηδʼ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν; εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ἐκλαλήσας; οὐχ οὗτος; 19.43ἀλλʼ οὔτʼ ἔμελλεν οὔτʼ ἐβουλήθη ταῦτʼ οὐδʼ ἤλπισεν οὗτος, ὥστε τοῦ γʼ ἐκλελαληκέναι μηδʼ αἰτίαν ἐχέτω· ἀλλὰ φενακισθῆναι τοῖς λόγοις τούτοις ὑμᾶς ἔδει, καὶ ἐμοῦ τἀληθῆ μὴ ʼθελῆσαι ἀκοῦσαι, καὶ αὐτοὺς οἴκοι καταμεῖναι, καὶ ψήφισμα νικῆσαι τοιοῦτο διʼ οὗ Φωκεῖς ἀπολοῦνται. διὰ ταῦτʼ ἐσπαθᾶτο ταῦτα καὶ διὰ ταῦτʼ ἐδημηγορεῖτο.

19.44ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτʼ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, —καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὅρκους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι· ἔπειτʼ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου, 19.45ἀλλὰ τοῦτονἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δʼ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτʼ οὔτʼ οἶδʼ οὔτε κοινωνῶ, προσέθηκα δʼ ὡς οὐδὲ προσδοκῶ. τραχέως δʼ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, “καὶ ὅπως γʼ, ἄνδρες Ἀθηναῖοι,” ἔφην, “ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε· ἐγὼ δʼ ἀφίσταμαι.” 19.46μὴ νῦν,” ὑπολαβὼν Αἰσχίνης οὑτοσί, “μὴ νῦν ἀφίστασο,” ἔφη, “ἀλλʼ ὅπως τότε μὴ προσποιήσει.” “νὴ Δίʼ, ἀδικήσω γʼ,” ἔφην. ἐπαναστὰς δʼ Φιλοκράτης μάλʼ ὑβριστικῶςοὐδὲν,” ἔφη, “θαυμαστόν, ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω.” καὶ ὑμεῖς ἐγελᾶτε.

19.47σκέψασθε δὴ τὸ ψήφισμα, δίδωσι γράψας μετὰ ταῦθʼ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. Λέγε τὸ ψήφισμα.Ψήφισμα

19.48ὁρᾶτʼ, ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶτὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν,” καὶἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν.” ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ἐπαγγέλλεσθαι ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο. 19.49ἀλλʼ οὗτος ἦν λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, “ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει δῆμος Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.” 19.50οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δʼ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλʼ οὐσυγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας,” οὐδʼἐπισχεῖν ἕως ἂν συλλεγῶσιν,” οὐδὲβοηθεῖν Πρόξενον εἰς Φωκέας,” οὐδʼἐξιέναι Ἀθηναίους,” οὐδὲ τοιοῦτʼ οὐδέν. 19.51καίτοι καὶ ἐπιστολὰς ἔπεμψʼ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵνʼ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητʼ ἂν ἐξελθεῖν, τηνικαῦτʼ ἐκάλει· οὐδʼ ἂν ἐμέ, ἡνίκα δεῦρʼ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθʼ ὑμεῖς ἐμέλλετʼ ἐξιέναι· ἀλλʼ ἵνα, ἐβούλεσθʼ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθʼ αὐτῷ, μηδʼ ἀμύναιντο μηδʼ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρʼ ὑμῶν ὑπέχοντες ἐλπίσιν, ἀλλʼ ἀπογνόντες ἅπανθʼ αὑτοὺς ἐγχειρίσαιεν. Λέγε δʼ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου.Ἐπιστολαί

19.52αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δίʼ ἤδη γε· τούτοις δʼ, εἴπερ ἦν ὑγιές τι τούτων, τί ἄλλο προσῆκεν συνειπεῖν ὅπως ἐξέλθηθʼ ὑμεῖς, καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα γράφειν εὐθέως βοηθεῖν; πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες. εἰκότως· οὐ γὰρ οἷς ἐπέστελλε προσεῖχον τὸν νοῦν, ἀλλʼ φρονῶν ταῦτʼ ἔγραφεν συνῄδεσαν· τούτοις οὖν συνέπραττον καὶ τούτοις συνηγωνίζοντο. 19.53οἱ μὲν τοίνυν Φωκεῖς, ὡς τὰ παρʼ ὑμῶν ἐπύθοντʼ ἐκ τῆς ἐκκλησίας καὶ τό τε ψήφισμα τοῦτʼ ἔλαβον τὸ τοῦ Φιλοκράτους καὶ τὴν ἀπαγγελίαν ἐπύθοντο τὴν τούτου καὶ τὰς ὑποσχέσεις, κατὰ πάντας τοὺς τρόπους ἀπώλοντο. σκοπεῖτε γάρ. ἦσαν ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες· οὗτοι πιστεύειν ὑπήχθησαν. διὰ τί; ὅτι ἡγοῦντο, οὐδʼ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα, οὐδέποτʼ ἂν τούς γʼ Ἀθηναίων πρέσβεις Ἀθηναίους ἐξαπατᾶν τολμῆσαι, ἀλλʼ εἶναι ταῦτʼ ἀληθῆ οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ τοῖς Θηβαίοις ἥκειν, οὐχ αὑτοῖς ὄλεθρον. 19.54ἦσαν ἄλλοι τινὲς οἳ πάσχειν ὁτιοῦν καὶ ἀμύνεσθαι δεῖν ᾤοντο· ἀλλὰ καὶ τούτους μαλακοὺς ἐποίησε τὸ τὸν Φίλιππον ὑπάρχειν αὐτοῖς πεισθῆναι, καὶ τὸ ταῦτʼ εἰ μὴ ποιήσουσιν ὑμᾶς ἐπʼ αὐτοὺς ἥξειν, οὓς βοηθήσειν αὑτοῖς ἤλπιζον ἐκεῖνοι. ἀλλὰ καὶ μεταμέλειν ὑμῖν ᾤοντό τινες πεποιημένοις τὴν πρὸς Φίλιππον εἰρήνην· τούτοις ὅτι καὶ τοῖς ἐγγόνοις τὴν αὐτὴν ἐψηφίσασθʼ ἐπέδειξαν, ὥστε πανταχῇ τὰ παρʼ ὑμῶν ἀπογνωσθῆναι. διόπερ ταῦτα πάντʼ εἰς ἓν ψήφισμα συνεσκεύασαν. 19.55 καὶ μέγιστον ἔμοιγε δοκοῦσιν ἁπάντων ὑμᾶς ἠδικηκέναι· τὸ γὰρ πρὸς ἄνδρα θνητὸν καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, καὶ ἀποστερῆσαι μὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν παρὰ τῆς τύχης εὐεργεσιῶν τὴν πόλιν, καὶ τοσαύτῃ περιουσίᾳ χρήσασθαι πονηρίας ὥστε μὴ μόνον τοὺς ὄντας Ἀθηναίους, ἀλλὰ καὶ τοὺς ὕστερόν ποτε μέλλοντας ἔσεσθαι πάντας ἠδικηκέναι, πῶς οὐχὶ πάνδεινόν ἐστι; 19.56τοῦτο τοίνυν οὐδέποθʼ ὑμεῖς ὑπεμείνατʼ ἂν ὕστερον προσγράψαι πρὸς τὴν εἰρήνην, τὸ καὶ τοῖς ἐγγόνοις, εἰ μὴ ταῖς παρʼ Αἰσχίνου ῥηθείσαις ὑποσχέσεσιν τότʼ ἐπιστεύσατε, αἷσπερ οἱ Φωκεῖς πιστεύσαντες ἀπώλοντο. καὶ γάρ τοι παραδόντες αὑτοὺς Φιλίππῳ καὶ ἑκόντες ἐγχειρίσαντες ἐκείνῳ τὰς πόλεις ἁπάντων τῶν ἐναντίων ὧν πρὸς ὑμᾶς οὗτος ἀπήγγειλʼ ἔτυχον.

19.57ἵνα δʼ εἰδῆτε σαφῶς ὅτι ταῦθʼ οὕτω καὶ διὰ τούτους ἀπόλωλε, τοὺς χρόνους ὑμῖν λογιοῦμαι καθʼ οὓς ἐγίγνεθʼ ἕκαστα. περὶ ὧν δʼ ἄν τις ἀντιλέγῃ τούτων, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι εἰπάτω. μὲν τοίνυν εἰρήνη ἐλαφηβολιῶνος ἐνάτῃ ἐπὶ δέκα ἐγένετο, ἀπεδημήσαμεν δʼ ἡμεῖς ἐπὶ τοὺς ὅρκους τρεῖς μῆνας ὅλους· καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἦσαν οἱ Φωκεῖς σῷοι. 19.58ἥκομεν δὲ δεῦρʼ ἀπὸ τῆς πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους τρίτῃ ἐπὶ δέκα τοῦ σκιροφοριῶνος μηνός, καὶ παρῆν Φίλιππος ἐν Πύλαις ἤδη καὶ τοῖς Φωκεῦσιν ἐπηγγέλλετο ὧν οὐδὲν ἐπίστευον ἐκεῖνοι. σημεῖον δέ· οὐ γὰρ ἂν δεῦρʼ ἧκον ὡς ὑμᾶς. δʼ ἐκκλησία μετὰ ταῦτα, ἐν πάντα τὰ πράγματʼ ἀπώλεσαν οὗτοι ψευσάμενοι καὶ φενακίσαντες ὑμᾶς, τῇ ἕκτῃ ἐπὶ δέκα ἐγίγνετο τοῦ σκιροφοριῶνος. 19.59ἀπὸ τοίνυν ταύτης πεμπταῖα λογίζομαι τὰ παρʼ ὑμῶν ἐν τοῖς Φωκεῦσι γενέσθαι· παρῆσαν γὰρ οἱ τῶν Φωκέων πρέσβεις ἐνθάδε, καὶ ἦν αὐτοῖς καὶ τί ἀπαγγελοῦσιν οὗτοι καὶ τί ψηφιεῖσθʼ ὑμεῖς ἐπιμελές. οὐκοῦν εἰκάς, τίθεμεν πυθέσθαι τοὺς Φωκέας τὰ παρʼ ὑμῶν· ἀπὸ γὰρ τῆς ἕκτης εἰς ταύτην πέμπτη γίγνεται. ὑστέρα τοίνυν δεκάτη, ἐνάτη, ὀγδόη· ταύτῃ ἐγίγνονθʼ αἱ σπονδαί, καὶ πάντα τἀκεῖ πράγματʼ ἀπωλώλει καὶ τέλος εἶχεν. 19.60τῷ τοῦτο δῆλον; τῇ τετράδι φθίνοντος ἠκκλησιάζετε μὲν τόθʼ ὑμεῖς ἐν Πειραιεῖ περὶ τῶν ἐν τοῖς νεωρίοις, ἧκε δὲ Δερκύλος ἐκ Χαλκίδος καὶ ἀπήγγελλεν ὑμῖν ὅτι πάντα τὰ πράγματʼ ἐγκεχείρικε Θηβαίοις Φίλιππος, καὶ πέμπτην εἶναι ταύτην ἡμέραν ἐλογίζετʼ ἀφʼ οὗ γεγόνασιν αἱ σπονδαί. ὀγδόη τοίνυν, ἑβδόμη, ἕκτη, πέμπτη, τετράς· αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην. οὐκοῦν τοῖς χρόνοις, οἷς ἀπήγγελλον, οἷς ἔγραφον, πᾶσιν ἐξελέγχονται συνηγωνισμένοι Φιλίππῳ καὶ συναίτιοι γεγονότες τοῦ τῶν Φωκέων ὀλέθρου. 19.61ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδʼ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλʼ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν· οὐ γὰρ ἐκεῖνόν γʼ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθʼ ὑφʼ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵνʼ εἰδῆθʼ οἵων ὑπαρχόντων αὐτοῖς παρʼ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγε.Συμμαχία Φωκέων καὶ Ἀθηναίων

19.62 μὲν τοίνυν ὑπῆρχε παρʼ ὑμῶν αὐτοῖς, ταῦτʼ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δʼ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγε.Ὁμολογία Φιλίππου καὶ Φωκέων

ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι. “ὁμολογία Φιλίππου καὶ Φωκέων,” φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδʼ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλινπαραδοῦναι δὲ τὰς πόλεις Φωκέας,” φησί, “Φιλίππῳ,” οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδʼ ἄλλῳ οὐδενί. 19.63διὰ τί; ὅτι Φίλιππος ἀπηγγέλλετο πρὸς ὑμᾶς ὑπὸ τούτου ἐπὶ τῇ τῶν Φωκέων σωτηρίᾳ παρεληλυθέναι. τούτῳ δὴ πάντʼ ἐπίστευον, καὶ πρὸς τοῦτον πάντʼ ἐσκόπουν, πρὸς τοῦτον ἐποιοῦντο τὴν εἰρήνην. λέγε δὴ τἀπίλοιπα. καὶ σκοπεῖτε τί πιστεύσαντες τί ἔπασχον. ἆρά γʼ ὅμοιʼ παραπλήσιʼ οἷς οὗτος ἀπήγγελλεν; λέγε.Δόγματα Ἀμφικτυόνων

19.64τούτων, ἄνδρες Ἀθηναῖοι, δεινότερʼ οὐ γέγονεν οὐδὲ μείζω πράγματʼ ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δʼ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων πραγμάτων κύριος εἷς ἀνὴρ Φίλιππος γέγονεν διὰ τούτους, οὔσης τῆς Ἀθηναίων πόλεως, προεστάναι τῶν Ἑλλήνων πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν, 19.65ἀλλὰ καὶ ἐκ τῶν ἔργων πέπρακται, θέαμα δεινόν, ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθʼ εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν πάντα ταῦτα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάριʼ ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς· οὐδʼ ἂν εἷς δύναιτʼ ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων. ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ψῆφον ἔθενθʼ οὗτοι περὶ ἡμῶν ὑπὲρ ἀνδραποδισμοῦ προτεθεῖσαν, ὑμῶν ἔγωγʼ ἀκούω πάντων. 19.66τίνʼ ἂν οὖν οἴεσθʼ, ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν, εἰ λάβοιεν αἴσθησιν, ψῆφον γνώμην θέσθαι περὶ τῶν αἰτίων τοῦ τούτων ὀλέθρου; ἐγὼ μὲν γὰρ οἶμαι κἂν καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶν καθαροὺς ἔσεσθαι νομίζειν. πῶς γὰρ οὐκ αἰσχρόν, μᾶλλον δʼ εἴ τις ἔστιν ὑπερβολὴ τούτου, τοὺς σεσωκότας ἡμᾶς τότε καὶ τὴν σῴζουσαν περὶ ἡμῶν ψῆφον θεμένους, τούτους τῶν ἐναντίων τετυχηκέναι διὰ τούτους, καὶ περιῶφθαι τοιαῦτα πεπονθότας οἷʼ οὐδένες ἄλλοι τῶν Ἑλλήνων; τίς οὖν τούτων αἴτιος; τίς ταῦτα φενακίσας; οὐχ οὗτος;

19.67πολλὰ τοίνυν ἄν τις, ἄνδρες Ἀθηναῖοι, Φίλιππον εὐδαιμονίσας τῆς τύχης εἰκότως, τοῦτο μάλιστʼ ἂν εὐδαιμονίσειεν ἁπάντων, μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐκ ἔχω λέγειν ἔγωγʼ ἄλλον ὅστις ηὐτύχηκεν ἐφʼ ἡμῶν. τὸ μὲν γὰρ πόλεις μεγάλας εἰληφέναι καὶ χώραν πολλὴν ὑφʼ ἑαυτῷ πεποιῆσθαι καὶ πάντα τὰ τοιαῦτα ζηλωτὰ μέν ἐστιν, οἶμαι, καὶ λαμπρά· πῶς γὰρ οὔ; ἔχοι δʼ ἄν τις εἰπεῖν πεπραγμένα καὶ ἑτέροις πολλοῖς. 19.68ἀλλʼ ἐκεῖνʼ ἴδιον καὶ οὐδενὶ τῶν πάντων ἄλλῳ γεγονὸς εὐτύχημα. τὸ ποῖον; τὸ ἐπειδὴ πονηρῶν ἀνθρώπων εἰς τὰ πράγματʼ αὐτῷ ἐδέησεν, πονηροτέρους εὑρεῖν ἐβούλετο. πῶς γὰρ οὐχ οὗτοι τοιοῦτοι δικαίως ὑποληφθεῖεν ἄν, οἵ γε, ὑπὲρ αὑτοῦ Φίλιππος τηλικούτων ὄντων αὐτῷ τῶν διαφόρων οὐκ ἐτόλμα ψεύσασθαι, οὐδʼ ἔγραψεν οὔτʼ εἰς ἐπιστολὴν οὐδεμίαν, οὔτε πρεσβευτὴς οὐδεὶς εἶπε τῶν παρʼ ἐκείνου, ἐπὶ ταῦτα μισθώσαντες ἑαυτοὺς ὑμᾶς ἐξηπάτων; 19.69καὶ μὲν Ἀντίπατρος καὶ Παρμενίων, δεσπότῃ διακονοῦντες καὶ οὐ μέλλοντες ὑμῖν μετὰ ταῦτʼ ἐντεύξεσθαι, ὅμως τοῦθʼ εὕροντο, μὴ διʼ αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι· οἱ δέ, Ἀθηναῖοι, τῆς ἐλευθερωτάτης πόλεως, πρέσβεις ταχθέντες ὑμᾶς, οἷς ἀπαντῶντας ἐμβλέπειν, οἷς συζῆν ἀνάγκη τὸν λοιπὸν βίον καὶ ἐν οἷς εὐθύνας ἔμελλον δώσειν τῶν πεπραγμένων, τούτους ἐξαπατᾶν ὑπέστησαν. πῶς ἂν ἄνθρωποι κακίους μᾶλλον ἀπονενοημένοι τούτων γένοιντο;

19.70ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ κατάρατός ἐστιν ὑφʼ ὑμῶν, καὶ οὐδʼ ὅσιον ὑμῖν οὐδʼ εὐσεβές ἐστι τοιαῦτʼ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί.Ἀρά

ταῦθʼ ὑπὲρ ὑμῶν, ἄνδρες Ἀθηναῖοι, καθʼ ἑκάστην τὴν ἐκκλησίαν κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν βουλὴ καθῆται, παρʼ ἐκείνῃ πάλιν. καὶ ταῦτʼ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει· ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι. 19.71πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἴητε, εἰ προστάττετε, μᾶλλον δʼ ἀξιοῦτε ποιεῖν ὑπὲρ ὑμῶν τοὺς θεούς, ταῦτʼ αὐτοὶ κύριοι γεγενημένοι τήμερον μὴ ποιήσαιτε, ἀλλʼ ὃν ἐκείνοις εὔχεσθʼ ἐξώλη ποιεῖν αὐτὸν καὶ γένος καὶ οἰκίαν, τοῦτον ἀφείητʼ αὐτοί; μηδαμῶς· ὃς γὰρ ἂν ὑμᾶς λάθῃ, τοῦτον ἀφίετε τοῖς θεοῖς κολάζειν· ὃν δʼ ἂν αὐτοὶ λάβητε, μηκέτʼ ἐκείνοις περὶ τούτου προστάττετε.

19.72εἰς τοίνυν τοῦτʼ ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω, ὥστε πάντων τῶν πεπραγμένων ἐκστάντα, ὧν ἀπήγγειλεν, ὧν ὑπέσχετο, ὧν πεφενάκικε τὴν πόλιν, ὥσπερ ἐν ἄλλοις τισὶ κρινόμενον καὶ οὐκ ἐν ὑμῖν τοῖς ἅπαντʼ εἰδόσι, πρῶτον μὲν Λακεδαιμονίων, εἶτα Φωκέων, εἶθʼ Ἡγησίππου κατηγορήσειν. ἔστι δὲ ταῦτα γέλως, μᾶλλον δʼ ἀναισχυντία δεινή. 19.73ὅσα γὰρ νῦν ἐρεῖ περὶ τῶν Φωκέων τῶν Λακεδαιμονίων τοῦ Ἡγησίππου, ὡς Πρόξενον οὐχ ὑπεδέξαντο, ὡς ἀσεβεῖς εἰσίν, ὡς τι ἂν δήποτʼ αὐτῶν κατηγορῇ, πάντα δήπου ταῦτα πρὸ τοῦ τοὺς πρέσβεις τούτους δεῦρʼ ἥκειν ἐπέπρακτο, καὶ οὐκ ἦν ἐμποδὼν τῷ τοὺς Φωκέας σῴζεσθαι, ὡς τίς φησιν; 19.74Αἰσχίνης αὐτὸς οὑτοσί. οὐ γὰρ ὡς εἰ μὴ διὰ Λακεδαιμονίους, οὐδʼ ὡς εἰ μὴ Πρόξενον οὐχ ὑπεδέξαντο, οὐδʼ ὡς εἰ μὴ διʼ Ἡγήσιππον, οὐδʼ ὡς εἰ μὴ διὰ τὸ καὶ τὸ ἐσώθησαν ἂν οἱ Φωκεῖς, οὐχ οὕτω τότʼ ἀπήγγειλεν, ἀλλὰ πάντα ταῦθʼ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον Φωκέας σῴζειν, τὴν Βοιωτίαν οἰκίζειν, ὑμῖν τὰ πράγματʼ οἰκεῖα ποιεῖν· ταῦτα πεπράξεσθαι δυοῖν τριῶν ἡμερῶν· διὰ ταῦτα χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. 19.75μὴ τοίνυν πρὸ τοῦ τοῦτον ἀπαγγεῖλαι ταῦτʼ ἐπέπρακτʼ Λακεδαιμονίοις Φωκεῦσιν ἀκούετε μηδʼ ἀνέχεσθε, μηδὲ κατηγορεῖν ἐᾶτε Φωκέων ὡς πονηροί. οὐδὲ γὰρ Λακεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτʼ ἐσώσατε, οὐδὲ τοὺς καταράτους Εὐβοέας τουτουσί, οὐδʼ ἄλλους πολλούς, ἀλλʼ ὅτι συμφέρον ἦν σῶς εἶναι τῇ πόλει, ὥσπερ Φωκέας νυνί. καὶ τί τῶν Φωκέων τῶν Λακεδαιμονίων ὑμῶν ἄλλου τινὸς ἀνθρώπων μετὰ τοὺς παρὰ τούτου λόγους ἐξαμαρτόντος οὐκ ἀπέβη τὰ πρὸς ὑμᾶς ὑπὸ τούτου τότε ῥηθέντα; τοῦτʼ ἐρωτᾶτε· οὐ γὰρ ἕξει δεῖξαι. 19.76πέντε γὰρ ἡμέραι γεγόνασι μόναι, ἐν αἷς οὗτος ἀπήγγειλε τὰ ψευδῆ, ὑμεῖς ἐπιστεύσατε, οἱ Φωκεῖς ἐπύθοντο, ἐνέδωκαν ἑαυτούς, ἀπώλοντο. ὅθεν οἶμαι καὶ δῆλόν ἐστι σαφῶς, ὅτι πᾶσʼ ἀπάτη καὶ τέχνη συνεσκευάσθη τοῦ περὶ Φωκέας ὀλέθρου. ὃν μὲν γὰρ χρόνον οὐχ οἷός τʼ ἦν ἐλθεῖν Φίλιππος διὰ τὴν εἰρήνην, ἀλλʼ ἦν ἐν παρασκευῇ, τοὺς Λακεδαιμονίους μετεπέμπετο, πάντα τὰ πράγμαθʼ ὑποσχόμενος πράξειν ἐκείνοις, ἵνα μὴ διʼ ὑμῶν αὐτοὺς οἱ Φωκεῖς ὑποποιήσωνται. 19.77ἐπειδὴ δʼ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δʼ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλʼ ἀκονιτεὶ πάνθʼ ὑφʼ ἑαυτῷ ποιήσηται· ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθʼ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην· οὐ γὰρ δίκαιον.

19.78ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν καὶ τῶν ἄλλων τῶν ἀπολωλότων Χερρόνησος ὡς περίεστι τῇ πόλει λέγῃ, πρὸς Διὸς καὶ θεῶν μὴ ἀποδέξησθʼ, ἄνδρες δικασταί, μηδʼ ὑπομείνητε, πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει, ὡς ἄρʼ ὑμεῖς τῶν ἰδίων τι κτημάτων ὑπεξαιρούμενοι τὴν τῶν συμμάχων σωτηρίαν προήκασθε. οὐ γὰρ ἐποιήσατε τοῦτο, ἀλλʼ ἤδη τῆς εἰρήνης γεγονυίας καὶ τῆς Χερρονήσου σῴας οὔσης τέτταρας μῆνας ὅλους ἐσῴζονθʼ οἱ Φωκεῖς τοὺς ὕστερον, δὲ τούτου ψευδολογία μετὰ ταῦθʼ ὕστερον αὐτοὺς ἀπώλεσεν, ἐξαπατήσασʼ ὑμᾶς. 19.79εἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν Χερρόνησον οὖσαν εὑρήσετʼ τότε. πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε Φίλιππος ἐξαμαρτὼν εἰς αὐτὴν πρὶν τούτων τι τῆς πόλεως προλαβεῖν, νυνί; ἐγὼ μὲν οἶμαι, τότε πολλῷ. τίς οὖν ταύτης περιουσία, τῶν φόβων ἀφῃρημένων καὶ τῶν κινδύνων τῶν τοῦ βουληθέντος ἂν αὐτὴν ἀδικῆσαι;

19.80ἔτι τοίνυν τοιοῦτό τι μέλλειν αὐτὸν ἀκούω λέγειν, ὅτι θαυμάζει τί δήποτε Δημοσθένης αὐτοῦ κατηγορεῖ, Φωκέων δʼ οὐδείς. ὡς δὴ τοῦτʼ ἔχει, βέλτιον προακοῦσαι παρʼ ἐμοῦ. Φωκέων τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ μετριώτατοι φυγάδες γεγενημένοι καὶ τοιαῦτα πεπονθότες ἡσυχίαν ἄγουσι, καὶ οὐδεὶς ἂν αὐτῶν ἐθελήσειεν ὑπὲρ τῶν κοινῶν συμφορῶν ἰδίαν ἔχθραν ἀνελέσθαι· οἱ δʼ ὁτιοῦν ἂν ἀργυρίου ποιήσαντες τὸν δώσοντʼ οὐκ ἔχουσιν αὑτοῖς. 19.81οὐ γὰρ ἔγωγʼ ἂν ἔδωκʼ οὐδενὶ οὐδὲν ὥστε μοι παραστάντας ἐνταυθὶ βοᾶν οἷα πεπόνθασιν· γὰρ ἀλήθεια καὶ τὰ πεπραγμένʼ αὐτὰ βοᾷ. ἀλλὰ μὴν γε δῆμος τῶν Φωκέων οὕτω κακῶς καὶ ἐλεινῶς διάκειται ὥστε μὴ περὶ τοῦ κατηγορεῖν ἑκάστῳ τὰς Ἀθήνησιν εὐθύνας εἶναι τὸν λόγον, ἀλλὰ δουλεύειν καὶ τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους, οὓς ἀναγκάζονται τρέφειν, διῳκισμένοι κατὰ κώμας καὶ παρῃρημένοι τὰ ὅπλα. 19.82μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε, ἀλλʼ ὡς οὐκ ἀπολώλασι Φωκεῖς δεικνύναι, ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον. τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι, τί πέπρακται; τί ἀπήγγειλας; εἰ μὲν ἀληθῆ, σῴζου· εἰ δὲ ψευδῆ, δίκην δός. εἰ δὲ μὴ πάρεισι Φωκεῖς, τί τοῦτο; οὕτω γὰρ διέθηκας αὐτούς, οἶμαι, τὸ μέρος σύ, ὥστε μήτε τοῖς φίλοις βοηθεῖν μήτε τοὺς ἐχθροὺς ἀμύνεσθαι δύνασθαι.

19.83καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας, ἣν τὰ πεπραγμένʼ ἔχει, καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας τʼ ἀπὸ Θηβαίων ἄδειʼ ὑπῆρχεν ἡμῖν, καὶ τὸ μηδέποτʼ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς Εὔβοιαν μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον μηδὲ Θηβαίους; 19.84ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων αὐτῶν ἀσφάλειαν ὑπάρχουσαν τῇ πόλει ταῖς τούτων ἀπάταις καὶ ψευδολογίαις πεισθέντες προήκασθʼ ὑμεῖς, καὶ τετειχισμένην ὅπλοις καὶ πολέμῳ συνεχεῖ καὶ πόλεσιν μεγάλαις συμμάχων ἀνδρῶν καὶ χώρᾳ πολλῇ περιείδετʼ ἀνασταθεῖσαν. καὶ ματαία μὲν πρότερον βοήθειʼ εἰς Πύλας ὑμῖν γέγονεν, ἣν μετὰ πλειόνων διακοσίων ταλάντων ἐποιήσασθε, ἂν λογίσησθε τὰς ἰδίας δαπάνας τὰς τῶν στρατευσαμένων, μάταιαι δὲ καὶ αἱ κατὰ Θηβαίων ἐλπίδες. 19.85 δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν οὗτος ὑπηρέτηκε Φιλίππῳ, πλείστην ὕβριν ὡς ἀληθῶς ἔχει κατὰ τῆς πόλεως καὶ ἁπάντων ὑμῶν, τοῦτʼ ἀκούσατέ μου, ὅτι τοῖς Θηβαίοις ἐγνωκότος ἐξ ἀρχῆς τοῦ Φιλίππου πάνθʼ πεποίηκε ποιεῖν, οὗτος ἀπαγγείλας τἀναντία καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς οὐχὶ βουλομένους, ὑμῖν μὲν τὴν ἔχθραν τὴν πρὸς Θηβαίους μείζω, Φιλίππῳ δὲ τὴν χάριν πεποίηκεν. πῶς ἂν οὖν ὑβριστικώτερον ἄνθρωπος ὑμῖν ἐχρήσατο;

19.86λέγε δὴ τὸ ψήφισμα λαβὼν τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους, ἵνʼ εἰδῆθʼ ὅτι, ὅτε μὲν τὰ δέοντʼ ἐποιεῖτε, θυσιῶν καὶ ἐπαίνων ἠξιοῦσθε παρʼ ὑμῖν αὐτοῖς καὶ παρὰ τοῖς ἄλλοις, ἐπειδὴ δʼ ὑπὸ τούτων παρεκρούσθητε, παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατεκομίζεσθε καὶ τὰ Ἡράκλειʼ ἐντὸς τείχους θύειν ἐψηφίζεσθε, εἰρήνης οὔσης. καὶ θαυμάζω, εἰ τὸν μηδὲ τοὺς θεούς, καθʼ πάτριον ἦν, τιμᾶσθαι ποιήσαντα, τοῦτον ἀτιμώρητον ἀφήσετε. λέγε τὸ ψήφισμα.Ψήφισμα

ταῦτα μὲν τότʼ ἄξιʼ, ἄνδρες Ἀθηναῖοι, τῶν πεπραγμένων ἐψηφίσασθε. Λέγε δὴ τὰ μετὰ ταῦτα.Ψήφισμα

19.87ταῦτα τότʼ ἐψηφίζεσθʼ ὑμεῖς διὰ τούτους, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν οὔτε κατʼ ἀρχὰς ποιησάμενοι τὴν εἰρήνην καὶ τὴν συμμαχίαν, οὔθʼ ὕστερον ἐγγράψαι πεισθέντες <εἰς> αὐτὴνκαὶ τοῖς ἐγγόνοις,” ἀλλʼ ὡς θαυμάσιʼ ἡλίκα πεισόμενοι διὰ τούτους ἀγαθά. καὶ μὴν καὶ μετὰ ταῦθʼ ὁσάκις πρὸς Πορθμῷ πρὸς Μεγάροις ἀκούοντες δύναμιν Φιλίππου καὶ ξένους ἐθορυβεῖσθε, πάντες ἐπίστασθε. οὐ τοίνυν εἰ μήπω τῆς Ἀττικῆς ἐπιβαίνει, δεῖ σκοπεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλʼ εἰ διὰ τούτους ἐξουσία γέγονεν αὐτῷ τοῦθʼ ὅταν βούληται ποιῆσαι, τοῦθʼ ὁρᾶν, καὶ πρὸς ἐκεῖνο τὸ δεινὸν βλέπειν, καὶ τὸν αἴτιον καὶ παρασκευάσαντα τὴν ἐξουσίαν ταύτην ἐκείνῳ μισεῖν καὶ τιμωρεῖσθαι.

19.88οἶδα τοίνυν ὅτι τοὺς μὲν ὑπὲρ τῶν κατηγορημένων αὐτῶν λόγους Αἰσχίνης φεύξεται, βουλόμενος δʼ ὑμᾶς ὡς πορρωτάτω τῶν πεπραγμένων ἀπάγειν διέξεισιν ἡλίκα πᾶσιν ἀνθρώποις ἀγάθʼ ἐκ τῆς εἰρήνης γίγνεται καὶ τοὐναντίον ἐκ τοῦ πολέμου κακά, καὶ ὅλως ἐγκώμιʼ εἰρήνης ἐρεῖ, καὶ τοιαῦτʼ ἀπολογήσεται. ἔστι δὲ καὶ ταῦτα κατηγορήματα τούτου. εἰ γὰρ τοῖς ἄλλοις ἀγαθῶν αἰτία τοσούτων πραγμάτων καὶ ταραχῆς ἡμῖν αἰτία γέγονε, τί τις εἶναι τοῦτο φῇ πλὴν ὅτι δῶρα λαβόντες οὗτοι καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν; 19.89τί δʼ; οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήμαθʼ ὑμῖν περίεστι καὶ περιέσται διὰ τὴν εἰρήνην;” ἴσως ἂν εἴποι. πρὸς δὴ ταῦτʼ ἐκεῖνʼ ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματʼ ἐκ τῆς εἰρήνης γέγονεν εὐπορώτερα πολλῷ, καὶ κατασκευαῖς ὅπλων καὶ χώρας καὶ προσόδων αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι. 19.90γεγόνασι δὲ καὶ ἡμῖν τινές. δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, διʼ ἣν αὑτοῖς τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, μὲν ἡμετέρα πραθεῖσʼ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, δʼ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερʼ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, δʼ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτʼ ἀνθʼ ὧν ἀπέδοντʼ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτʼ ἀντʼ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.

19.91ὅλως δʼ, ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτʼ ἂν εἶναι, μήτʼ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότʼ ἐστὶ τῇ πόλει, μηδενὸς δʼ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτʼ εἴ τι τῶν δεόντων πέπρακται διʼ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλʼ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος , καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε. 19.92πῶς οὖν εὑρήσετε ταῦτα δικαίως; ἐὰν μὴ πάνθʼ ἅμʼ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλʼ ἕκαστον ἐφʼ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον; ἦν. ἐνταῦθʼ ἐγκαλεῖ τις Αἰσχίνῃ; βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων; οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γʼ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμενʼ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς· οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε. 19.93μετὰ ταῦτʼ εἰρήνην τινὲς ἡμᾶς ἔπειθον ποιήσασθαι· ἐπείσθημεν· πρέσβεις ἐπέμψαμεν· ἤγαγον οὗτοι δεῦρο τοὺς ποιησομένους τὴν εἰρήνην. πάλιν ἐνταῦθα περὶ τούτου μέμφεταί τις Αἰσχίνην; φησί τις εἰσηγήσασθαι τοῦτον εἰρήνην, ἀδικεῖν ὅτι δεῦρʼ ἤγαγε τοὺς ποιησομένους; οὐδὲ εἷς. οὔκουν οὐδʼ ὑπὲρ αὐτοῦ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην οὐδὲν αὐτῷ λεκτέον· οὐ γὰρ οὗτος αἴτιος. 19.94τί οὖν, ἄνθρωπε, λέγεις,” εἴ τις ἔροιτό με, “καὶ πόθεν ἄρχει κατηγορεῖν;” ὅθεν, ἄνδρες Ἀθηναῖοι, βουλευομένων ὑμῶν, οὐ περὶ τοῦ εἰ ποιητέον εἰρήνην μή (ἐδέδοκτο γὰρ ἤδη τοῦτό γε) ἀλλʼ ὑπὲρ τοῦ ποίαν τινά, τοῖς τὰ δίκαια λέγουσιν ἀντειπὼν τῷ μισθοῦ γράφοντι συνεῖπε δῶρα λαβών, καὶ μετὰ ταῦτʼ ἐπὶ τοὺς ὅρκους αἱρεθείς, ὧν μὲν ὑμεῖς προσετάξατε, οὐδʼ ὁτιοῦν ἐποίησε, τοὺς δʼ ἐπὶ τοῦ πολέμου διασωθέντας ἀπώλεσε τῶν συμμάχων, καὶ τηλικαῦτα καὶ τοιαῦτʼ ἐψεύσαθʼ ἡλίκʼ οὐδεὶς πώποτʼ ἄλλος ἀνθρώπων οὔτε πρότερον οὔθʼ ὕστερον. τὸ μὲν γὰρ ἐξ ἀρχῆς ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ, ἐπειδὴ δʼ εἰς τὸ πράττειν ἤδη τὰ πράγμαθʼ ἧκεν, Φιλοκράτει καὶ τούτῳ παρέδωκαν, δεξάμενοι δʼ οὗτοι πάντʼ ἀπώλεσαν. 19.95εἶτʼ ἐπειδὴ δεῖ λόγον καὶ δίκην ὑπέχειν τῶν πεπραγμένων, ὤν, οἶμαι, πανοῦργος οὗτος καὶ θεοῖς ἐχθρὸς καὶ γραμματεύς, ὡς ὑπὲρ εἰρήνης κρινόμενος ἀπολογήσεται, οὐχ ἵνα πλειόνων κατηγορεῖ τις αὐτοῦ δῷ λόγον· μανία γὰρ τοῦτό γε· ἀλλʼ ὁρᾷ τοῦθʼ ὅτι ἐν μὲν τοῖς ὑφʼ αὑτοῦ πεπραγμένοις ἀγαθὸν μὲν οὐδέν ἐστιν, ἅπαντα δὲ τἀδικήματα, δʼ ὑπὲρ τῆς εἰρήνης ἀπολογία, καὶ εἰ μηδὲν ἄλλο, τοὔνομα γοῦν ἔχει φιλάνθρωπον. 19.96ἣν δέδοικα μέν, ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες· τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας· οὐ μὴν διὰ τοῦτόν γʼ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλʼ ἄτοπον μέν ἐστιν μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ· εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω· εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθʼ ἐπολέμουν, οὐδʼ ὄνομʼ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε. 19.97εἰρήνη μὲν οὖν διʼ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετʼ οὖν, εἴργετʼ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλʼ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δʼ ὕστερον ἐξηπάτησθʼ ὑμεῖς μηδʼ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίνʼ ἀνθρώπων ἐλύπησεν ἂν εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλʼ ἀνήκεστόν γʼ οὐδὲν ἂν ἦν γεγονός. νῦν δʼ, οἶμαι, πόλλʼ, ὧν αἴτιος οὗτος.

19.98ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθʼ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δʼ, ἄνδρες δικασταί, τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ὑμᾶς ἀξιοῦν, ὥστʼ εἰ ταῦθʼ ὑπʼ ἀβελτερίας διʼ εὐήθειαν διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τʼ ἀφίημʼ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω. 19.99καίτοι τῶν σκήψεων τούτων οὐδεμίʼ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδʼ ἀναγκάζετε· ἀλλʼ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐγχειρίζετε. 19.100ἐὰν μὲν οὖν κατορθοῖ τις, τιμήσεται καὶ πλέον ἕξει τῶν πολλῶν κατὰ τοῦτο· ἂν δʼ ἀποτυγχάνῃ, σκήψεις καὶ προφάσεις ἐρεῖ; ἀλλʼ οὐ δίκαιον. οὐ γὰρ ἂν ἐξαρκέσειε τοῖς ἀπολωλόσι συμμάχοις οὐδὲ τοῖς παισὶν αὐτῶν οὐδὲ ταῖς γυναιξὶν οὐδὲ τοῖς ἄλλοις διὰ τὴν ἀβελτερίαν τὴν ἐμήν, ἵνα μὴ τὴν τούτου λέγω, τοιαῦτα πεπονθέναι· πολλοῦ γε καὶ δεῖ. 19.101ἀλλʼ ὅμως ὑμεῖς ἄφετʼ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τʼ, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν.

19.102ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, διαρρήδην ἀκούσανθʼ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτʼ ἐλπίσαντα παρʼ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς. 19.103ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος πάντʼ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητʼ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δʼ; ἐξελέγχοντʼ λέγοντά τι τοῦτον ἑόρακεν;[ERROR: no link note:] 19.109οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δʼ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, “ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθʼ τι βούλεσθε· ἐπίστευσʼ, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δʼ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθʼ οἷα πεποίηκεν ἐμέ; οἷʼ ἐξηπάτηκεν;” τούτων οὐδένʼ ἀκούω τῶν λόγων, οὐδʼ ὑμεῖς. 19.110διὰ τί; ὅτι οὐ παρακρουσθεὶς οὐδʼ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτʼ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντοι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.

19.111οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθʼ ὅτι χρημάτων ἅπαντʼ εἶπεν ἐκεῖνα· ἀλλʼ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετʼ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύονʼ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων; Αἰσχίνῃ τουτῳί. διὰ τί; ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντίʼ ἐποίησεν ἐκεῖνος. 19.112οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν· δὲ τοὺς μὲν Θηβαίους μείζους προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δʼ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθʼ ἑαυτοῖς τούτων γένοιτο; οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἐφθέγξατʼ ἐναντίον οὐδέν. 19.113καὶ οὐχὶ τοῦτό πω δεινόν, τηλικοῦτον ὄν. ἀλλὰ καὶ συνεῖπε μόνος τῶν ἐν τῇ πόλει πάντων ἀνθρώπων. καίτοι τοῦτό γʼ οὐδὲ Φιλοκράτης ἐτόλμησε ποιῆσαι μιαρός, ἀλλʼ Αἰσχίνης οὑτοσί. καὶ θορυβούντων ὑμῶν καὶ οὐκ ἐθελόντων ἀκούειν αὐτοῦ, καταβαίνων ἀπὸ τοῦ βήματος, ἐνδεικνύμενος τοῖς πρέσβεσι τοῖς παρὰ τοῦ Φιλίππου παροῦσι, πολλοὺς ἔφη τοὺς θορυβοῦντας εἶναι, ὀλίγους δὲ τοὺς στρατευομένους ὅταν δέῃ, (μέμνησθε γὰρ δήπου,) αὐτὸς ὤν, οἶμαι, θαυμάσιος στρατιώτης, Ζεῦ.

19.114ἔτι τοίνυν, εἰ μὲν μηδένα μηδὲν ἔχοντʼ εἴχομεν δεῖξαι τῶν πρέσβεων, μηδʼ ἦν ὥστʼ ἰδεῖν ἅπαντας, βασάνους καὶ τὰ τοιαῦθʼ ὑπόλοιπον ἂν ἦν σκοπεῖν. εἰ δὲ Φιλοκράτης μὴ μόνον ὡμολόγει παρʼ ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ἀλλὰ καὶ ἐδείκνυεν ὑμῖν, πυροπωλῶν, οἰκοδομῶν, βαδιεῖσθαι φάσκων κἂν μὴ χειροτονῆθʼ ὑμεῖς, ξυληγῶν, τὸ χρυσίον καταλλαττόμενος φανερῶς ἐπὶ ταῖς τραπέζαις, οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε, τὸν αὐτὸν ὁμολογοῦντα καὶ δεικνύντα. 19.115ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος κακοδαίμων, ὥσθʼ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δʼ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δʼ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται; ἐγὼ μὲν οὐδένʼ οἶμαι. ἀλλὰ πάντα ταῦτʼ, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλʼ, ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.

19.116 τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δʼ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτʼ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δʼ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθʼ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθʼ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν. 19.117ἵνʼ οὖν μήτʼ ἀφῶ μήτʼ αἰτιάσωμαι μηδένʼ, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμʼ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδʼ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντʼ ἀφίημʼ ἔγωγʼ, ἔφην. ταῦτα μνημονεύεθʼ, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδʼ ἔδειξεν ἑαυτόν. 19.118καὶ τῶν μὲν ἄλλων ἔσθʼ ἑκάστῳ τις πρόφασις· μὲν οὐχ ὑπεύθυνος ἦν, δʼ οὐχὶ παρῆν ἴσως, τῷ δὲ κηδεστής ἐστιν ἐκεῖνος· τούτῳ δʼ οὐδὲν τούτων. ἀλλʼ οὕτω καθάπαξ πέπρακεν ἑαυτὸν καὶ οὐκ ἐπὶ τοῖς παρεληλυθόσιν μεμισθάρνηκεν μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα δῆλός ἐστιν, ἄν περ ἐκφύγῃ νῦν, καθʼ ὑμῶν ὑπάρξων ἐκείνῳ, ὥσθʼ ἵνα μηδὲν ἐναντίον μηδὲ ῥῆμα πρόηται Φιλίππῳ οὐδʼ ἀφιέντων ἀφίεται, ἀλλʼ ἀδοξεῖν, κρίνεσθαι, πάσχειν ὁτιοῦν αἱρεῖται παρʼ ὑμῖν μᾶλλον Φιλίππῳ τι ποιῆσαι μὴ πρὸς ἡδονήν. 19.119καίτοι τίς κοινωνία, τίς πολλὴ πρόνοιʼ ὑπὲρ Φιλοκράτους αὕτη; ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντʼ ἐπεπρεσβεύκει, χρήματα δʼ ὡμολόγει λαβεῖν ἐκ τῆς πρεσβείας, ὥσπερ ὡμολόγει, τοῦτό γʼ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε, καὶ διαμαρτύρεσθαι τὸ καθʼ αὑτόν. οὐ τοίνυν πεποίηκε τοῦτʼ Αἰσχίνης. ταῦτʼ οὐ φανέρʼ, ἄνδρες Ἀθηναῖοι; ταῦτʼ οὐχὶ βοᾷ καὶ λέγει ὅτι χρήματʼ εἴληφεν Αἰσχίνης καὶ πονηρός ἐστιν ἀργυρίου συνεχῶς, οὐ διʼ ἀβελτερίαν οὐδὲ διʼ ἄγνοιαν, οὐδʼ ἀποτυγχάνων;

19.120καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν; τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματʼ, Αἰσχίνη, ἅπερ πιστότατʼ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστʼ εἰπεῖν οὐδʼ αἰτιάσασθαι ὡς πεπεισμένʼ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλʼ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτʼ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρʼ ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν γʼ οὐ φήσεις ἔχειν τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.

19.121πολλῶν τοίνυν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων Αἰσχίνῃ τουτῳί, καὶ πολλὴν κακίαν ἐχόντων, ὡς καὶ ὑμῖν οἴομαι δοκεῖν, οὐδέν ἐστιν οὗ μέλλω λέγειν, ὡς ἐγὼ κρίνω, δεινότερον, οὐδʼ τι μᾶλλον ἐπʼ αὐτοφώρῳ δεδωροδοκηκότʼ αὐτὸν καὶ πεπρακότα πάντʼ ἐξελέγξει. ἐπειδὴ γὰρ ἀπεστέλλετʼ αὖθις αὖ τὸ τρίτον τοὺς πρέσβεις ὡς τὸν Φίλιππον, ἐπὶ ταῖς καλαῖς καὶ μεγάλαις ἐλπίσι ταύταις αἷς οὗτος ὑπέσχητο, ἐχειροτονήσατε καὶ τοῦτον κἀμὲ καὶ τῶν ἄλλων τοὺς πλείστους τοὺς αὐτούς. 19.122ἐγὼ μὲν δὴ παρελθὼν ἐξωμοσάμην εὐθέως, καὶ θορυβούντων τινῶν καὶ κελευόντων βαδίζειν οὐκ ἂν ἔφην ἐλθεῖν· οὗτος δʼ ἐκεχειροτόνητο. ἐπειδὴ δʼ ἀνέστη μετὰ ταῦθʼ ἐκκλησία, συνελθόντες ἐβουλεύονθʼ οὗτοι τίνʼ αὐτοῦ καταλείψουσιν. ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλλοντος ἀδήλου, σύλλογοι καὶ λόγοι παντοδαποὶ κατὰ τὴν ἀγορὰν ἐγίγνοντο τότε· 19.123ἐφοβοῦντο δὴ μὴ σύγκλητος ἐκκλησία γένοιτʼ ἐξαίφνης, εἶτʼ ἀκούσαντες ὑμεῖς ἐμοῦ τἀληθῆ ψηφίσαισθέ τι τῶν δεόντων ὑπὲρ τῶν Φωκέων, καὶ τὰ πράγματʼ ἐκφύγοι τὸν Φίλιππον. εἰ γὰρ ἐψηφίσασθε μόνον καὶ μικρὰν ὑπεφήνατʼ ἐλπίδʼ ἡντινοῦν αὐτοῖς, ἐσώθησαν ἄν. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν μὴ παρακρουσθέντων ὑμῶν μεῖναι Φιλίππῳ. οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ, ἀσπόρῳ διὰ τὸν πόλεμον γεγονυίᾳ, οὔθʼ σιτοπομπία δυνατὴ τριήρων οὐσῶν ὑμετέρων ἐκεῖ καὶ τῆς θαλάττης κρατουσῶν, αἵ τε πόλεις πολλαὶ καὶ χαλεπαὶ λαβεῖν αἱ τῶν Φωκέων, μὴ οὐ χρόνῳ καὶ πολιορκίᾳ· εἰ γὰρ ἐν ἡμέρᾳ πόλιν ᾕρει, δύο καὶ εἴκοσίν εἰσιν ἀριθμῷ. 19.124διὰ δὴ ταῦτα πάντα, ἵνα μηδὲν μετάθησθʼ ὧν ἐξηπάτησθε, τοῦτον αὐτοῦ κατέλιπον. ἐξομόσασθαι μὲν δὴ μὴ μετʼ αἰτίας τινὸς δεινὸν ἦν καὶ ὑποψία μεγάλη· “τί λέγεις; ἐπὶ τηλικαῦτα καὶ τοιαῦτʼ ἀγαθὰ οὐχὶ βαδίζεις ἀπαγγείλας οὐδὲ πρεσβεύεις;” ἔδει δὲ μένειν. πῶς οὖν; ἀρρωστεῖν προφασίζεται, καὶ λαβὼν Ἐξήκεστον τὸν ἰατρὸν ἁδελφὸς αὐτοῦ καὶ προσελθὼν τῇ βουλῇ ἐξώμοσεν ἀρρωστεῖν τουτονὶ καὶ αὐτὸς ἐχειροτονήθη. 19.125ἐπειδὴ δʼ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντʼ ἕξ, καὶ τέλος εἶχε τὸ μίσθωμʼ ὥσπερ ἂν ἄλλο τι τούτῳ, καὶ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι, καὶ ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε, καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούριʼ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλειʼ ἐν ἄστει θύειν, 19.126ἐπειδὴ ταῦτʼ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθʼ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφʼ τότʼ ἐξωμόσαθʼ ὑπολογισάμενος, οὔθʼ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητʼ ἀνθʼ αὑτοῦ, οὔθʼ ὅτι τῶν τοιούτων νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει, 19.127οὔθʼ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθʼ ὡς ἐπικεκήρυκται χρήματʼ αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι, τηνικαῦτʼ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν· ἀλλʼ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι ὥστε πάντα ταῦτʼ ἀνελὼν καὶ παριδὼν ᾤχετο.

19.128καὶ τοιούτου τοῦ πράγματος ὄντος, ἔτι πολλῷ δεινότερʼ ἐστὶν ἐκεῖσʼ ἐλθὼν διεπράξατο. ἁπάντων γὰρ ὑμῶν τουτωνὶ καὶ τῶν ἄλλων Ἀθηναίων οὕτω δεινὰ καὶ σχέτλιʼ ἡγουμένων τοὺς ταλαιπώρους πάσχειν Φωκέας ὥστε μήτε τοὺς ἐκ τῆς βουλῆς θεωροὺς μήτε τοὺς θεσμοθέτας εἰς τὰ Πύθια πέμψαι, ἀλλʼ ἀποστῆναι τῆς πατρίου θεωρίας, οὗτος εἰς τἀπινίκια τῶν πραγμάτων καὶ τοῦ πολέμου, Θηβαῖοι καὶ Φίλιππος ἔθυον, εἱστιᾶτʼ ἐλθὼν καὶ σπονδῶν μετεῖχε καὶ εὐχῶν, ἃς ἐπὶ τοῖς τῶν συμμάχων τῶν ὑμετέρων τείχεσι καὶ χώρᾳ καὶ ὅπλοις ἀπολωλόσιν ηὔχετʼ ἐκεῖνος, καὶ συνεστεφανοῦτο καὶ συνεπαιώνιζεν Φιλίππῳ καὶ φιλοτησίας προὔπινεν.

19.129καὶ ταῦτʼ οὐκ ἔνεστιν ἐμοὶ μὲν οὕτω, τούτῳ δʼ ἄλλως πως εἰπεῖν· ἀλλʼ ὑπὲρ μὲν τῆς ἐξωμοσίας ἐν τοῖς κοινοῖς τοῖς ὑμετέροις γράμμασιν ἐν τῷ μητρῴῳ ταῦτʼ ἐστίν, ἐφʼ οἷς δημόσιος τέτακται, καὶ ψήφισμʼ ἄντικρυς περὶ τούτου τοῦ ὀνόματος γέγραπται· ὑπὲρ δʼ ὧν ἐκεῖ διεπράξατο, οἱ συμπρεσβεύοντες καὶ παρόντες καταμαρτυρήσουσιν, οἵπερ ἐμοὶ ταῦτα διηγοῦντο· οὐ γὰρ ἔγωγʼ αὐτοῖς συνεπρέσβευσα, ἀλλʼ ἐξωμοσάμην. 19.130καί μοι λέγε τὸ ψήφισμα καὶ τὰ γράμματα, καὶ τοὺς μάρτυρας κάλει.Ψήφισμα Μάρτυρες

τίνας οὖν εὐχὰς ὑπολαμβάνετʼ εὔχεσθαι τοῖς θεοῖς τὸν Φίλιππον, ὅτʼ ἔσπενδεν, τοὺς Θηβαίους; ἆρʼ οὐ κράτος πολέμου καὶ νίκην αὑτοῖς καὶ τοῖς συμμάχοις διδόναι, καὶ τἀναντία τοῖς τῶν Φωκέων; οὐκοῦν ταῦτα συνηύχεθʼ οὗτος καὶ κατηρᾶτο τῇ πατρίδι, νῦν εἰς κεφαλὴν ὑμᾶς αὐτῷ δεῖ τρέψαι.

19.131οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δʼ ἐκεῖσε ἑτέρων θανάτων ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ πεπρεσβευμένʼ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως. σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ταύτην ἕξει τὴν ἀξίαν ὥστε τοσούτων πραγμάτων ἀξιόχρεων φαίνεσθαι. 19.132πῶς γὰρ οὐκ αἰσχρόν, ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον πᾶσι τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν, καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τʼ ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων, εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, τὸν ἁπάντων τῶν κακῶν αἴτιον καὶ ὃν εἰλήφατʼ ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, τοῦτον ἀφεῖναι; 19.133καὶ τίς οὐ δικαίως ἂν ὑμῖν ἐγκαλέσειε τῶν ἄλλων πολιτῶν, μᾶλλον δʼ ἁπάντων τῶν Ἑλλήνων, ὁρῶν Φιλίππῳ μὲν ὑμᾶς ὀργιζομένους, ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην παρὰ τῶν πωλούντων τὰς πράξεις ἐωνεῖτο, πρᾶγμα πολλὴν συγγνώμην ἔχον διαπραττόμενος, τουτονὶ δʼ ἀφιέντας, ὃς τὰ ὑμέτερʼ οὕτως αἰσχρῶς ἀπέδοτο, τῶν νόμων τὰ ἔσχατα ταττόντων ἐπιτίμια, ἐάν τις ταῦτα ποιῇ;

19.134τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις λόγος παρὰ τούτων, ὡς ἀρχὴ γενήσεται πρὸς Φίλιππον ἔχθρας, εἰ τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφιεῖσθε. ἐγὼ δʼ, εἰ τοῦτʼ ἔστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ τῆς εἰρήνης χρήματʼ ἀναλώσας ὥστε τυχεῖν, οὗτος οὕτω γέγονεν φοβερὸς καὶ μέγας ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν; 19.135οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ὑμῖν μᾶλλον ἐκ τῶν εἰκότων γενήσεται, καὶ τοῦτʼ οἴομαι δείξειν. εὖ γὰρ εἰδέναι χρὴ τοῦθʼ ὅτι οὐ καταφρονεῖ Φίλιππος, ἄνδρες Ἀθηναῖοι, τῆς πόλεως τῆς ὑμετέρας, οὐδʼ ἀχρηστοτέρους ὑμᾶς νομίσας Θηβαίων ἐκείνους εἵλετʼ ἀνθʼ ὑμῶν ἀλλʼ ὑπὸ τούτων ἐδιδάχθη καὶ ταῦτʼ ἤκουσεν, καὶ πρότερόν ποτʼ εἶπον ἐγὼ πρὸς ὑμᾶς ἐν τῷ δήμῳ καὶ τούτων οὐδεὶς ἀντεῖπεν, 19.136ὡς μὲν δῆμός ἐστιν ἀσταθμητότατον πρᾶγμα τῶν πάντων καὶ ἀσυνθετώτατον, ὥσπερ ἐν θαλάττῃ κῦμʼ ἀκατάστατον, ὡς ἂν τύχῃ κινούμενον. μὲν ἦλθεν, δʼ ἀπῆλθεν· μέλει δʼ οὐδενὶ τῶν κοινῶν, οὐδὲ μέμνηται. δεῖ δέ τινας φίλους ὑπάρχειν τοὺς ἕκαστα πράξοντας ἐν ὑμῖν αὐτῷ καὶ διοικήσοντας, οἷον αὐτὸς δή· κἄνπερ αὐτῷ τοῦτο κατασκευασθῇ, πᾶν τι ἂν βούληται παρʼ ὑμῖν ῥᾳδίως διαπράξεται. 19.137εἰ μὲν οὖν ἤκουσεν, οἶμαι, τοὺς τότε ταῦτα πρὸς αὐτὸν εἰπόντας παραχρῆμα, ὡς δεῦρʼ ἐπανῆλθον, ἀποτετυμπανισμένους, ἐποίησεν ἂν ταὐτὸ τῷ βασιλεῖ. τί δʼ ἦν ἐκεῖνος ἐποίησεν; ἐξαπατηθεὶς ὑπὸ Τιμαγόρου καὶ τετταράκοντα τάλαντα, ὡς λέγεται, δεδωκὼς αὐτῷ, ἐπειδὴ παρʼ ὑμῖν ἐπύθετʼ αὐτὸν τεθνεῶτα καὶ οὐδὲ τοῦ ζῆν ὄντα κύριον αὑτῷ βεβαιῶσαι, μή τί γʼ ἐκείνῳ τόθʼ ὑπέσχετο πρᾶξαι, ἔγνω τὴν τιμὴν οὐχὶ τῷ κυρίῳ τῶν πραγμάτων δεδωκώς. καὶ γάρ τοι πρῶτον μὲν Ἀμφίπολιν πάλιν ὑμετέραν δούλην κατέπεμψεν, ἣν τότε σύμμαχον αὑτοῦ καὶ φίλην ἔγραψεν· εἶτʼ οὐδενὶ πώποτʼ ἔδωκε χρήματα τοῦ λοιποῦ. 19.138ταὐτὸ τοίνυν τοῦτʼ ἂν ἐποίησε Φίλιππος, εἴ τινα τούτων εἶδε δίκην δόντα, καὶ νῦν, ἂν ἴδῃ, ποιήσει. ἐπειδὰν δʼ ἀκούῃ λέγοντας, εὐδοκιμοῦντας ἐν ὑμῖν, ἑτέρους κρίνοντας, τί καὶ ποιήσῃ; ζητῇ πόλλʼ ἀναλίσκειν, ἐξὸν ἐλάττω, καὶ πάντας θεραπεύειν βούληται, δύʼ τρεῖς ἐξόν; μαίνοιτο μέντἄν. οὐδὲ γὰρ τὴν τῶν Θηβαίων πόλιν εἵλετο δημοσίᾳ ποιεῖν Φίλιππος εὖ, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ὑπὸ τῶν πρέσβεων ἐπείσθη. 19.139ὃν δὲ τρόπον, φράσω πρὸς ὑμᾶς ἐγώ. ἦλθον ὡς αὐτὸν πρέσβεις ἐκ Θηβῶν ὅτε περ καὶ παρʼ ὑμῶν ἡμεῖς ἦμεν ἐκεῖ. τούτοις χρήματʼ ἐκεῖνος ἐβούλετο δοῦναι, καὶ πάνυ γʼ, ὡς ἔφασαν, πολλά. οὐκ ἐδέξαντʼ οὐδʼ ἔλαβον ταῦθʼ οἱ τῶν Θηβαίων πρέσβεις. μετὰ ταῦτʼ ἐν θυσίᾳ τινὶ καὶ δείπνῳ πίνων καὶ φιλανθρωπευόμενος πρὸς αὐτοὺς Φίλιππος ἄλλα τε δὴ πολλά, οἷον αἰχμάλωτα καὶ τοιαῦτα, καὶ τελευτῶν ἐκπώματʼ ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς. πάντα ταῦτʼ ἐκεῖνοι διεωθοῦντο καὶ οὐδαμῇ προΐενθʼ αὑτούς. 19.140τελευτῶν δὲ Φίλων, εἷς τῶν πρέσβεων, εἶπεν, ἄνδρες Ἀθηναῖοι, λόγον οὐχ ὑπὲρ Θηβαίων ἀλλʼ ὑπὲρ ὑμῶν ἄξιον εἰρῆσθαι. ἔφη γὰρ τὸν Φίλιππον ὁρῶν καὶ μεγαλοψύχως καὶ φιλανθρώπως ἔχοντα πρὸς αὐτοὺς ἥδεσθαι καὶ χαίρειν· αὐτοὶ μὲν οὖν ὑπάρχειν αὐτῷ φίλοι καὶ ξένοι καὶ ἄνευ τῶν δώρων τούτων, εἰς δὲ τὰ τῆς πόλεως πράγματʼ, ἐν οἷς ἦν τότε, τὴν φιλανθρωπίαν αὐτὸν ἠξίουν ταύτην προσθέντʼ ἄξιόν τι καὶ αὑτοῦ καὶ τῶν Θηβαίων πρᾶξαι, καὶ ὅλην τε τὴν πόλιν οὕτω καὶ σφεῖς ὡμολόγουν ὑπάρξειν αὐτῷ. 19.141καὶ γάρ τοι σκέψασθε τί τοῖς Θηβαίοις γέγονεν ἐκ τούτων καὶ τί συμβέβηκε, καὶ θεάσασθʼ ἐπʼ αὐτῆς τῆς ἀληθείας ἡλίκον ἐστὶ τὸ μὴ πωλεῖν τὰ τῆς πόλεως. πρῶτον μὲν τοίνυν εἰρήνη γέγονεν αὐτοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις ἤδη τῷ πολέμῳ καὶ ἡττωμένοις, εἶτα τῶν ἐχθρῶν Φωκέων ἄρδην ὄλεθρος καὶ ὅλων τῶν τειχῶν καὶ τῶν πόλεων ἀναίρεσις. ἆρα καὶ μόνα ταῦτα; οὐ μὰ Δίʼ, ἀλλʼ ἔτι πρὸς τούτοις Ὀρχομενός, Κορώνεια, Κορσιά, τὸ Τιλφωσαῖον, τῆς τῶν Φωκέων χώρας ὁπόσην βούλονται. 19.142τοῖς μὲν δὴ Θηβαίοις ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ ἂν εὔξαιντο δήπου μείζονα· τοῖς δὲ πρέσβεσι τοῖς τῶν Θηβαίων τί; οὐδὲν πλὴν τὸ τούτων αἰτίοις γεγενῆσθαι τῇ πατρίδι· τοῦτο δὲ καλόν, ἄνδρες Ἀθηναῖοι, καὶ σεμνὸν εἰς ἀρετῆς λόγον καὶ δόξης, ἣν οὗτοι χρημάτων ἀπέδοντο. ἀντιθῶμεν δὴ τί τῇ τῶν Ἀθηναίων πόλει γέγονεν ἐκ τῆς εἰρήνης, καὶ τί τοῖς πρέσβεσι τοῖς τῶν Ἀθηναίων, καὶ θεωρεῖτʼ εἰ παραπλήσια τῇ πόλει καὶ τούτοις αὐτοῖς. 19.143τῇ πόλει μὲν τοίνυν ἀφεστηκέναι μὲν ἁπάντων καὶ τῶν κτημάτων καὶ τῶν συμμάχων, ὀμωμοκέναι δὲ Φιλίππῳ, κἂν ἄλλος τις ἴῃ ποτʼ ἐπʼ αὐτὰ βουλόμενος σῴζειν, ὑμᾶς κωλύσειν καὶ τὸν μὲν ὑμῖν βουλόμενον παραδοῦναι ἐχθρὸν ἡγήσεσθαι καὶ πολέμιον, τὸν δʼ ἀπεστερηκότα σύμμαχον καὶ φίλον. 19.144ταῦτα γάρ ἐσθʼ συνεῖπε μὲν Αἰσχίνης οὑτοσί, ἔγραψε δʼ τούτου συνεργὸς Φιλοκράτης· καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν, καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι καὶ καλέσαι τοὺς πρέσβεις τοὺς τοῦ Φιλίππου, ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν τὴν Φιλοκράτους γνώμην ἔπεισεν ἑλέσθαι, ἐν καὶ ταῦτα καὶ πόλλʼ ἄλλʼ ἔτι τούτων δεινότερʼ ἐστὶ γεγραμμένα. 19.145τῇ μὲν δὴ πόλει ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ εὑρεῖν αἰσχίω ῥᾴδιον· τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν; τὰ μὲν ἄλλα σιωπῶ πάνθʼ, ὅσʼ ἑοράκαθʼ ὑμεῖς, οἰκίας, ξύλα, πυρούς, ἀλλʼ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς, Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον, τούτῳ δὲ Αἰσχίνῃ τριάκοντα μνᾶς. 19.146καίτοι πῶς οὐ δεινόν, ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τὰς τῶν ὑμετέρων συμμάχων συμφορὰς προσόδους τοῖς πρέσβεσι τοῖς ὑμετέροις γεγενῆσθαι, καὶ τὴν αὐτὴν εἰρήνην τῇ μὲν ἐκπεμψάσῃ πόλει τῶν μὲν συμμάχων ὄλεθρον, τῶν δὲ κτημάτων ἀπόστασιν, ἀντὶ δὲ δόξης αἰσχύνην γεγενῆσθαι, τῶν δὲ πρέσβεων τοῖς κατὰ τῆς πόλεως ταῦτα πράξασι προσόδους, εὐπορίας, κτήματα, πλοῦτον ἀντὶ τῶν ἐσχάτων ἀποριῶν εἰργάσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς Ὀλυνθίους μάρτυρας.Μάρτυρες

19.147οὐ τοίνυν θαυμάσαιμʼ ἂν εἰ καὶ τοιοῦτό τι τολμήσει λέγειν, ὡς οὐκ ἦν καλὴν οὐδʼ οἵαν ἠξίουν ἐγὼ τὴν εἰρήνην ποιήσασθαι, κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων. ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατʼ αὐτὸν μεμνημένοι, πότερʼ ἐξ ἑτέρας ᾤχετο πρεσβεύων πόλεως ταύτης αὐτῆς. εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματʼ εἴληφεν· εἰ δʼ ἐκ ταύτης αὐτῆς, τίνος εἵνεκʼ ἐφʼ οἷς πέμψασα πόλις τῶν αὑτῆς ἀπέστη, ἐπὶ τούτοις οὗτος δωρειὰς προσλαβὼν φαίνεται; τῶν γὰρ αὐτῶν ἔδει τήν τε πέμψασαν πόλιν τυγχάνειν καὶ τοὺς ἐκ ταύτης πρέσβεις, εἴπερ τι τῶν δικαίων ἐγίγνετο. 19.148ἔτι τοίνυν κἀκεῖνο σκέψασθʼ, ἄνδρες δικασταί. πότερʼ οἴεσθε πλέον Φωκέας Θηβαίων Φίλιππον ὑμῶν κρατεῖν τῷ πολέμῳ; ἐγὼ μὲν γὰρ εὖ οἶδʼ ὅτι Φωκεῖς Θηβαίων. εἶχόν γʼ Ὀρχομενὸν καὶ Κορώνειαν καὶ τὸ Τιλφωσαῖον, καὶ τοὺς ἐν Νέωσιν ἀπειλήφεσαν αὐτῶν, καὶ ἑβδομήκοντα καὶ διακοσίους ἀπεκτόνεσαν ἐπὶ τῷ Ἡδυλείῳ, καὶ τρόπαιον εἱστήκει, καὶ ἱπποκράτουν, καὶ κακῶν Ἰλιὰς περιειστήκει Θηβαίους. 19.149ὑμῖν δὲ τοιοῦτο μὲν οὐδὲν οὔτʼ ἦν μήτε γένοιτο τοῦ λοιποῦ, τοῦτο δʼ ἦν τὸ δεινότατον τοῦ πρὸς Φίλιππον πολέμου· οὐκ ἐδύνασθε κακῶς ἡλίκʼ ἐβούλεσθε ποιεῖν ἐκεῖνον· τοῦ δὲ μὴ πάσχειν αὐτοὶ πᾶσαν ἄδειαν ἤγετε. τί ποτʼ οὖν ἐκ τῆς αὐτῆς εἰρήνης τοῖς μὲν Θηβαίοις, τοῖς τοσοῦτο κρατουμένοις τῷ πολέμῳ, καὶ τὰ ἑαυτῶν κομίσασθαι καὶ τὰ τῶν ἐχθρῶν προσλαβεῖν γέγονε, τοῖς δʼ Ἀθηναίοις ὑμῖν, καὶ τῷ πολέμῳ διεσῴζετο, ταῦτʼ ἐπὶ τῆς εἰρήνης ἀπολωλεκέναι; ὅτι τἀκείνων μὲν οὐκ ἀπέδονθʼ οἱ πρέσβεις, τὰ δʼ ὑμέτερʼ οὗτοι πεπράκασιν. ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἀπειρηκέναι φήσει τῷ πολέμῳ..... ὅτι γὰρ ταῦθʼ οὕτω πέπρακται, καὶ ἐκ τῶν ἐπιλοίπων ἔτι μᾶλλον εἴσεσθε.

19.150ἐπειδὴ γὰρ μὲν εἰρήνη τέλος εἶχεν αὕτη, τοῦ Φιλοκράτους, συνεῖπεν οὗτος, οἱ δὲ πρέσβεις ἀπήρκεσαν οἱ τοῦ Φιλίππου λαβόντες τοὺς ὅρκους (καὶ μέχρι τούτου γʼ οὐδὲν ἀνήκεστον ἦν τῶν πεπραγμένων, ἀλλʼ αἰσχρὰ μὲν εἰρήνη καὶ ἀναξία τῆς πόλεως, ἀντὶ δὲ τούτων δὴ τὰ θαυμάσιʼ ἀγάθʼ ἡμῖν ἔμελλεν ἔσεσθαι), ἠξίουν ὑμᾶς ἐγὼ καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφʼ Ἑλλησπόντου, καὶ μὴ προέσθαι μηδʼ ἐᾶσαι κατασχεῖν Φίλιππον μηδὲν ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἐκεῖ χωρίων. 19.151ᾔδειν γὰρ ἀκριβῶς ὅτι πάνθʼ ὅσʼ ἂν ἐκ πολέμου γιγνομένης εἰρήνης προεθῇ, ταῦτα τοῖς ἀμελήσασιν ἀπόλλυται· οὐδεὶς γὰρ πώποθʼ ὑπὲρ τῶν ὅλων πεισθεὶς εἰρήνην ἄγειν ὑπὲρ τῶν ἐγκαταλειφθέντων ἐξ ἀρχῆς ἠθέλησεν πολεμεῖν, ἀλλὰ ταῦθʼ οἱ προλαβόντες ἔχουσιν. χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν· γὰρ παρόντων καὶ κατὰ τὸ ψήφισμʼ αὐτὸν ἐξορκωσάντων, μὲν εἰλήφει τῆς πόλεως, ἀποδώσειν, τῶν δὲ λοιπῶν ἀφέξεσθαι, 19.152 μὴ ποιοῦντος ταῦτα ἀπαγγελεῖν ἡμᾶς εὐθέως δεῦρο, ὥστʼ ἐν ἐκείνοις τοῖς πόρρω καὶ ἐλάττοσι τὴν πλεονεξίαν καὶ τὴν ἀπιστίαν ἰδόντας ὑμᾶς περὶ τῶνδε τῶν ἐγγὺς καὶ μειζόνων, λέγω δὲ Φωκέων καὶ Πυλῶν, οὐ προήσεσθαι· μὴ προλαβόντος δʼ ἐκείνου ταῦτα μηδʼ ὑμῶν ἐξαπατηθέντων ἅπαντʼ ἐν ἀσφαλεῖ τὰ πράγμαθʼ ὑμῖν ἔσεσθαι, καὶ παρʼ ἑκόντος ὑπάρξειν αὐτοῦ τὰ δίκαια. 19.153καὶ ταῦτʼ εἰκότως οὕτως ὑπελάμβανον ἕξειν. εἰ γὰρ ἦσαν, ὡς ἦσαν τότε, Φωκεῖς σῷοι καὶ Πύλας εἶχον, ἐκεῖνος μὲν οὐδὲν ἂν ὑμῖν εἶχʼ ἀνατείνασθαι φοβερόν, διʼ τῶν δικαίων ἄν τι παρείδετε· οὔτε γὰρ κατὰ γῆν παρελθὼν οὔτε ναυσὶ κρατήσας εἰς τὴν Ἀττικὴν ἥξειν ἔμελλεν· ὑμεῖς δʼ ἐκείνου παραχρῆμα, εἰ μὴ τὰ δίκαια ποιοίη, κλείσειν τὰ ἐμπόρια, καὶ χρημάτων τʼ ἐν σπάνει καὶ τῶν ἄλλων ἐν πολιορκίᾳ πάλιν αὐτὸν καταστήσειν, ὥστʼ ἐκεῖνος δουλεύσων ἔμελλεν ἔσεσθαι τοῖς ἀπὸ τῆς εἰρήνης λυσιτελοῦσιν, οὐχ ὑμεῖς. 19.154καὶ ταῦθʼ ὅτι οὐκ ἐπὶ τοῖς συμβεβηκόσι νῦν πλάττομαι καὶ προσποιοῦμαι, ἀλλὰ τότʼ εὐθὺς ἐγνώκειν καὶ προεωρώμην ὑπὲρ ὑμῶν καὶ τούτοις ἔλεγον, ἐκεῖθεν εἴσεσθε. ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτʼ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι, οὗτοι δʼ οὐκ ἀπῇσαν, ἀλλʼ αὐτοῦ διέτριβον, γράφω ψήφισμα βουλεύων, τὴν βουλὴν ποιήσαντος τοῦ δήμου κυρίαν, ἀπιέναι τοὺς πρέσβεις τὴν ταχίστην, τὸν δὲ στρατηγὸν Πρόξενον κομίζειν αὐτοὺς ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνηται, γράψας ὥσπερ νῦν λέγω, τοῖς ῥήμασιν οὕτως ἄντικρυς. Καί μοι λέγε τοῦτο τὸ ψήφισμα λαβών.Ψήφισμα

19.155ἐνθένδε μὲν τοίνυν αὐτοὺς ἐξήγαγον οὕτως ἄκοντας, ὡς καθαρῶς οἷς μετὰ ταῦτʼ ἐποίουν εἴσεσθε. ἐπειδὴ δʼ ἀφικόμεθʼ εἰς Ὠρεὸν καὶ συνεμείξαμεν τῷ Προξένῳ, ἀμελήσαντες οὗτοι τοῦ πλεῖν καὶ τὰ προστεταγμένα πράττειν ἐπορεύοντο κύκλῳ, καὶ πρὶν εἰς Μακεδονίαν ἐλθεῖν, τρεῖς καὶ εἴκοσιν ἡμέρας ἀνηλώσαμεν· τὰς δʼ ἄλλας πάσας καθήμεθʼ ἐν Πέλλῃ, πρὶν Φίλιππον ἐλθεῖν, σὺν αἷς ἐπορεύθημεν ὁμοῦ πεντήκονθʼ ὅλας. 19.156ἐν δὲ τούτῳ Δορίσκον, Θρᾴκην, τἀπὶ τειχῶν, Ἱερὸν ὄρος, πάντα τὰ πράγματα, ἐν εἰρήνῃ καὶ σπονδαῖς ᾕρει καὶ διῳκεῖθʼ Φίλιππος, πολλὰ λέγοντος ἐμοῦ καὶ θρυλοῦντος ἀεί, τὸ μὲν πρῶτον ὡς ἂν εἰς κοινὸν γνώμην ἀποφαινομένου, μετὰ ταῦτα δʼ ὡς ἀγνοοῦντας διδάσκοντος, τελευτῶντος δʼ ὡς ἂν πρὸς πεπρακότας αὑτοὺς καὶ ἀνοσιωτάτους ἀνθρώπους οὐδὲν ὑποστελλομένου. 19.157 δὲ τούτοις ἀντιλέγων φανερῶς καὶ ἅπασιν ἐναντιούμενος οἷς ἔλεγον μὲν ἐγώ, ἐψήφιστο δʼ ὑφʼ ὑμῶν, οὗτος ἦν. εἰ δὲ καὶ πᾶσιν ἤρεσκε ταῦτα τοῖς ἄλλοις πρέσβεσιν, αὐτίκʼ εἴσεσθε. ἐγὼ μὲν γὰρ οὐδέν πω λέγω περὶ οὐδενὸς οὐδʼ αἰτιῶμαι, οὐδʼ ἀναγκασθέντʼ αὐτῶν οὐδένα δεῖ δοκεῖν χρηστὸν εἶναι τήμερον, ἀλλὰ διʼ αὑτὸν καὶ τὸ μὴ κεκοινωνηκέναι τῶν ἀδικημάτων. ὅτι μὲν γὰρ αἰσχρὰ καὶ δεινὰ καὶ οὐ προῖκα τὰ πεπραγμένα, πάντες ὑμεῖς ἑοράκατε· οἵτινες δʼ οἱ τούτων μετεσχηκότες, αὐτὸ δηλώσει.

19.158ἀλλὰ νὴ Δίʼ ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους ἔλαβον παρὰ τῶν συμμάχων, τἄλλʼ προσῆκεν ἐποίησαν. πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τρεῖς μῆνας ὅλους ἀποδημήσαντες καὶ χιλίας λαβόντες δραχμὰς ἐφόδιον παρʼ ὑμῶν, παρʼ οὐδεμιᾶς πόλεως, οὔθʼ ὅτʼ ἐκεῖσʼ ἐπορεύοντο οὔθʼ ὅτʼ ἐκεῖθεν δεῦρο, τοὺς ὅρκους ἔλαβον, ἀλλʼ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδʼ λέγω), ἐνταῦθʼ ἐγίγνονθʼ οἱ ὅρκοι, ὅτε δεῦρʼ ἤδη τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος, αἰσχρῶς, ἄνδρες Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν. 19.159καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων ὡς ἐπεχείρησαν οὗτοι, “πλὴν Ἁλέων καὶ Φωκέων,” γράψαι, ἀλλʼ ἀναγκασθέντος ὑφʼ ὑμῶν τοῦ Φιλοκράτους ταῦτʼ ἀπαλεῖψαι, γράψαι δʼ ἄντικρυς, “Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους,” οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων (οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφʼ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλʼ ἕξειν πρόφασιν τοὺς ὅρκους), 19.160οὔτε μάρτυρας γενέσθαι τῶν ὑποσχέσεων, ἐφʼ αἷς εὑρίσκετο τὴν εἰρήνην, οὐδὲ τοῦτο δειχθῆναι πᾶσιν, ὅτι οὐκ ἄρʼ πόλις τῶν Ἀθηναίων ἥττητο τῷ πολέμῳ, ἀλλὰ Φίλιππός ἐστιν τῆς εἰρήνης ἐπιθυμῶν καὶ πόλλʼ ὑπισχνούμενος τοῖς Ἀθηναίοις ἂν τύχῃ τῆς εἰρήνης. ἵνα δὴ μὴ γένοιτο ταῦθʼ λέγω φανερά, διὰ ταῦτʼ οὐδαμόσʼ ᾤετο δεῖν τούτους βαδίζειν. οὗτοι δʼ ἐχαρίζοντο πάντα, ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον. 19.161καίτοι ταῦθʼ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδʼ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρʼ ἀπηγγελκότες, πῶς ἔνεστι παρʼ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου.Ψήφισμα Ἐπιστολή Ψηφίσματα

19.162καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμένʼ ὑφʼ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας.Μάρτυρες

λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος.Μαρτυρία

19.163ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθʼ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχʼ ὑμεῖς προαπεστείλαθʼ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστʼ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδʼ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντʼ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότʼ ἐχώρουν. 19.164ἐπειδὴ δʼ εἰρήνη μὲν ἦν, ἅπασα δʼ ἀσφάλειʼ ἰέναι καὶ πρόσταγμα παρʼ ὑμῶν σπεύδειν, τηνικαῦτʼ οὔτʼ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε; ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτʼ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν. 19.165ἀλλὰ μὴν ὅτι καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθʼ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δʼ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;

19.166ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθʼ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρʼ ἐμαυτοῦ τε χρήματʼ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκʼ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθʼ ἡμῖν τὸν Φίλιππον διδόναι; 19.167ἵνα μηδὲ τοῦτʼ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας· τίνα τρόπον; ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γʼ, ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δʼ ἀπετύγχανʼ ὁτουδήποτε (οὐ γὰρ ἐμέ γʼ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμένʼ αὐτὰ δηλώσει), τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτʼ εὐήθως λήψεσθαι· ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτʼ ἐδίδοτο, ξένια δὴ πρόφασιν. 19.168ἐπειδὴ δʼ ἐκώλυσʼ ἐγώ, πάλιν προσδιενείμαντο τοῦθʼ οὗτοι. τῷ Φιλίππῳ δʼ, ἐπειδὴ ταῦτʼ εἰς τοὺς αἰχμαλώτους ἠξίουν αὐτὸν ἀναλίσκειν ἐγώ, οὔτε κατειπεῖν τούτων εἶχε καλῶς οὐδʼ εἰπεῖν ὅτιἀλλʼ ἔχουσιν δεῖνα καὶ δεῖνα,” οὔτε φυγεῖν τἀνάλωμα· ὡμολόγησε μὲν δή, διεκρούσατο δʼ εἰς τὰ Παναθήναια φήσας ἀποπέμψειν. λέγε τὴν μαρτυρίαν τὴν Ἀπολλοφάνους, εἶτα τὴν τῶν ἄλλων τῶν παρόντων.Μαρτυρία

19.169φέρε δὴ καὶ ὅσους αὐτὸς ἐλυσάμην τῶν αἰχμαλώτων εἴπω πρὸς ὑμᾶς. ἐν ὅσῳ γὰρ οὐχὶ παρόντος πω Φιλίππου διετρίβομεν ἐν Πέλλῃ, ἔνιοι τῶν ἑαλωκότων, ὅσοιπερ ἦσαν ἐξηγγυημένοι, ἀπιστοῦντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δυνήσεσθαί με ταῦτα πεῖσαι τὸν Φίλιππον, ἑαυτοὺς ἔφασαν βούλεσθαι λύσεσθαι καὶ μηδεμίαν τούτου χάριν ἔχειν τῷ Φιλίππῳ, καὶ ἐδανείζοντο μὲν τρεῖς μνᾶς, δὲ πέντε, δʼ ὅπως συνέβαινεν ἑκάστῳ τὰ λύτρα. 19.170ἐπειδὴ τοίνυν ὡμολόγησʼ Φίλιππος τοὺς λοιποὺς λύσεσθαι, συγκαλέσας ἐγὼ τούτους οἷς αὐτὸς ἔχρησα τἀργύριον, καὶ τὰ πεπραγμένʼ ὑπομνήσας, ἵνα μὴ δοκοῖεν ἔλαττον ἔχειν ἐπειχθέντες μηδʼ ἐκ τῶν ἰδίων λελυτρῶσθαι πένητες ἄνθρωποι, τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι, ἔδωκα δωρειὰν τὰ λύτρα. Καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε ταύτας τὰς μαρτυρίας.Μαρτυρίαι

19.171ὅσα μὲν τοίνυν ἀφῆκα χρήματα καὶ δωρειὰν ἔδωκα τοῖς ἀτυχήσασι τῶν πολιτῶν, ταῦτʼ ἔστιν. ὅταν δʼ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶςτί δήποθʼ, ὡς φῄς, Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ἡμᾶς ὑγιὲς πράττοντας, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω;” ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν οὓς ἐλυσάμην καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν. 19.172δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας· ἰδίᾳ δʼ, ἐξομοσάμενον, οὐ πάνυ καλὸν οὐδʼ ἀσφαλὲς ἦν ἐκεῖσε πλανᾶσθαι· ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβών γʼ ἂν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα. σημεῖον δέ· ἐπὶ γὰρ τὴν τρίτην πρεσβείαν δίς με χειροτονησάντων ὑμῶν δὶς ἐξωμοσάμην. καὶ παρὰ ταύτην τὴν ἀποδημίαν πάντα τἀναντίʼ ἔπραττον. 19.173ὧν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν· δʼ οὗτοι πλείους ὄντες ἐνίκων, ἅπαντʼ ἀπόλωλεν. καίτοι καὶ τἄλλʼ ἂν ἅπαντʼ ἀκολούθως τούτοις ἐπέπρακτο, εἴ τις ἐπείθετό μοι. οὐ γὰρ ἔγωγʼ οὕτως ἄθλιος οὐδʼ ἄφρων ὥστε χρήματα μὲν διδόναι, λαμβάνοντας ὁρῶν ἑτέρους, ὑπὲρ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, δʼ ἄνευ μὲν δαπάνης οἷά τʼ ἦν πραχθῆναι, πολλῷ δὲ μείζονας εἶχεν ὠφελείας πάσῃ τῇ πόλει, ταῦτʼ οὐκ ἐβουλόμην γίγνεσθαι. καὶ σφόδρα γʼ, ἄνδρες Ἀθηναῖοι· ἀλλʼ οἶμαι περιῆσαν οὗτοί μου.

19.174φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε· παρʼ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα· εἶτα τὸ ψήφισμʼ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφʼ πρεσβεύοντες ἥκομεν· εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπʼ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δʼ οὐδʼ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν. 19.175εἶθʼ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτʼ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δʼ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδʼ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δʼ αὐτὸν ἐν Φεραῖς τὴν νύκτʼ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδʼ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντʼ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδʼ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ. 19.176καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, μαρτυρεῖν ἐξόμνυσθαι ἀναγκάσω. ἂν δʼ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρʼ ὑμῖν φανερῶς.Μαρτυρία

19.177οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθʼ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθʼ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν;

συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένʼ ἀπʼ ἀρχῆς, ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξʼ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθʼ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος. 19.178ἐπέδειξʼ αἴτιον γεγενημένον τοῦ μὴ ʼθέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντʼ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντʼ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδʼ εἰ βούλοισθε δύναισθʼ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλʼ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείνʼ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρʼ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθʼ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτʼ ἐπέδειξα. 19.179ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα· ἁπλοῦς γάρ ἐσθʼ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων· φαίνεται δʼ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς· οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς. εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθʼ ἱκάνʼ αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ. 19.180καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδʼ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου· συναμφότερʼ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθʼ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστʼ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρίʼ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτʼ ἀπολώλασι παρʼ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλʼ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτʼ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου. 19.181ἀλλʼ ἔτι γὰρ τότʼ, ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείνʼ ἐφυλάττεσθʼ ὑμεῖς καὶ προεωρᾶσθε· νῦν δʼ τι ἂν μὴ καθʼ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, “ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους,” “μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν,” “ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην.” καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν· νῦν δʼ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος.

19.182ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δʼ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπʼ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλʼ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρʼ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδʼ ἀνάσχησθʼ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν. 19.183τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδʼ ὁπλιτῶν οὐδʼ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτʼ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δʼ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω. 19.184οὐδὲν γὰρ ἔσθʼ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ψευδῆ λέγων. οἷς γάρ ἐστʼ ἐν λόγοις πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ γε τοὺς χρόνους ἴσον ἔστʼ ἀδίκημʼ ὀλιγαρχίας τυράννου παρελέσθαι καὶ ὑμῶν· οὐδʼ ὀλίγου δεῖ. 19.185ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντʼ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται· ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθʼ ὅταν κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί· εἶτʼ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν διʼ ἄγνοιαν διὰ μοχθηρίαν ἀντιλεγόντων. 19.186ἐφʼ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν καὶ ποριοῦνται ταῦθʼ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρʼ ἡμῖν ἐστι πολιτείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθʼ ἁπλῶς ἀφῄρηται.

19.187ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, “οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν.” πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδένʼ ἐρῶ, τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφʼ ὧν ἕκαστʼ ἐξηπάτησθʼ ὑπομνήσω, ἵνʼ εἰδῆθʼ ὅτι τὸ ψυχρὸν τοῦτʼ ὄνομα, τὸἄχρι κόρου,” παρελήλυθʼ ἐκεῖνος φενακίζων ὑμᾶς.Ἐπιστολαί Φιλίππου

19.188οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, “τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ;” νὴ Δίʼ, εἴτε βούλομαί γʼ εἴτε μή, παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος, δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί, τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, κατηγορεῖν. 19.189ἐγὼ δʼ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δʼ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτʼ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. “ποῦ δʼ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί;” ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας. 19.190ἐγὼ δʼ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθʼ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλʼ ἐὰν ἀδικοῦντα λάβωσί τινʼ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήριʼ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρʼ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ. 19.191Λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρʼ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερʼ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.

19.192ἵνα τοίνυν εἰδῆθʼ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτʼ ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆς πρεσβείας ταύτης. ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπιʼ ἐποίει, εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν. 19.193ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται; τινʼ ἐν αὐτῷ μικροψυχίαν πρὸς αὑτὸν ἀηδίαν ἐνεορακώς; εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, δʼ ἂν αὐτὸς ἐπαγγείλαιθʼ ἡδέως, ῥᾷστα μέν ἐστιν Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ. 19.194κελεύσαντος δʼ ἐκείνου λέγειν καί τι καὶ νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν τι οὐ ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ Ἀπολλοφάνης Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος, φοβηθέντες οἱ συγγενεῖς αὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδίʼ ὄντʼ εἰς Ὄλυνθον. “αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν ἔχουσαι γάμου. 19.195ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σʼ ἀκοῦσαι καὶ μαθεῖν οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς· ἀφʼ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθʼ ἡμῶν οὔτε τοῦ πατρός.” ὡς δʼ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι. καίτοι τῶν ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν Φιλίππου οὗτος Ἀπολλοφάνης. 19.196ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθʼ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο· ἐγὼ δʼ οὐκ ἐπορεύθην. ἐπειδὴ δʼ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τινʼ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν. 19.197ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτʼ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾄδειν ἐκέλευον. ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτʼ ἐθελούσης οὔτʼ ἐπισταμένης, ὕβριν τὸ πρᾶγμʼ ἔφασαν οὑτοσὶ καὶ Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν τρυφᾶν· καὶκάλει παῖδα,” καὶἱμᾶντά τις φερέτω.” ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων, οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης περιρρήξας τὸν χιτωνίσκον οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς. 19.198ἔξω δʼ αὑτῆς οὖσʼ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ, καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ʼκεῖνος ἀφείλετο, ἀπώλετʼ ἂν παροινουμένη· καὶ γὰρ παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω, καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

19.199καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλʼ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφʼ οἷς ἔγωγʼ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδʼ ὄντʼ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον; 19.200μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δʼ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρʼ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί.Μαρτυρίαι

19.201τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντʼ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδʼ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδʼ ἕξει δικαίαν οὐδʼ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. δʼ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλʼ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλʼ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι. 19.202ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρʼ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτʼ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δʼ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσʼ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία· ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμʼ ἄνθρωπος, τὰ δὲ πράγματʼ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ. 19.203οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαί μοι προσήκειν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτʼ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δʼ οὐδέτερον δύναιτʼ ἂν οὗτος ποιῆσαι. 19.204οὔτε γὰρ ὡς συμφέρει δήπου Φωκέας ἀπολωλέναι καὶ Πύλας Φίλιππον ἔχειν καὶ Θηβαίους ἰσχύειν καὶ ἐν Εὐβοίᾳ στρατιώτας εἶναι καὶ Μεγάροις ἐπιβουλεύειν καὶ ἀνώμοτον εἶναι τὴν εἰρήνην, ἔνεστι λέγειν αὐτῷ, οἷς τότʼ ἐναντίʼ ἀπήγγειλε πρὸς ὑμᾶς ὡς συμφέροντα καὶ γενησόμενα· οὔθʼ ὡς οὐ πέπρακται ταῦτα, δυνήσεται πεῖσαι τοὺς αὐτοὺς ἑορακότας ὑμᾶς καὶ εὖ εἰδότας. 19.205οὐκοῦν ὡς οὐ κεκοινώνηκα τούτοις οὐδενός, λοιπόν μοι δεῖξαι. βούλεσθʼ οὖν ὑμῖν, πάντα τἄλλʼ ἀφείς, παρʼ ὑμῖν ἀντεῖπον, ἐν τῇ ἀποδημίᾳ προσέκρουον, ὡς ἅπαντα τὸν χρόνον ἠναντίωμαι, αὐτοὺς παράσχωμαι μάρτυρας τούτους ὅτι πάντα τἀναντίʼ ἐμοὶ καὶ τούτοις πέπρακται, καὶ χρήμαθʼ οὗτοι μὲν ἔχουσιν ἐφʼ ὑμῖν, ἐγὼ δʼ οὐκ ἠθέλησα λαβεῖν; θεάσασθε δή.

19.206τίνα τῶν ἐν τῇ πόλει φήσαιτʼ ἂν βδελυρώτατον εἶναι καὶ πλείστης ἀναιδείας καὶ ὀλιγωρίας μεστόν; οὐδεὶς οὐδʼ ἂν ἁμαρτὼν ὑμῶν ἄλλον εὖ οἶδʼ ὅτι φήσειεν Φιλοκράτην. τίνα δὲ φθέγγεσθαι μέγιστον ἁπάντων καὶ σαφέστατʼ ἂν εἰπεῖν τι βούλοιτο τῇ φωνῇ; Αἰσχίνην οἶδʼ ὅτι τουτονί. τίνα δʼ οὗτοι μὲν ἄτολμον καὶ δειλὸν πρὸς τοὺς ὄχλους φασὶν εἶναι, ἐγὼ δʼ εὐλαβῆ; ἐμέ· οὐδὲν γὰρ πώποτʼ οὔτʼ ἠνώχλησα οὔτε μὴ βουλομένους ὑμᾶς βεβίασμαι. 19.207οὐκοῦν ἐν πάσαις ταῖς ἐκκλησίαις, ὁσάκις λόγος γέγονεν περὶ τούτων, καὶ κατηγοροῦντος ἀκούετέ μου καὶ ἐλέγχοντος ἀεὶ τούτους καὶ λέγοντος ἄντικρυς ὅτι χρήματʼ εἰλήφασι καὶ πάντα πεπράκασι τὰ πράγματα τῆς πόλεως. καὶ τούτων οὐδεὶς πώποτʼ ἀκούων ταῦτʼ ἀντεῖπεν οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἔδειξεν ἑαυτόν. 19.208τί ποτʼ οὖν ἐστι τὸ αἴτιον ὅτι οἱ βδελυρώτατοι τῶν ἐν τῇ πόλει καὶ μέγιστον φθεγγόμενοι τοῦ καὶ ἀτολμοτάτου πάντων ἐμοῦ καὶ οὐδενὸς μεῖζον φθεγγομένου τοσοῦτον ἡττῶνται; ὅτι τἀληθὲς ἰσχυρόν, καὶ τοὐναντίον ἀσθενὲς τὸ συνειδέναι πεπρακόσιν αὑτοῖς τὰ πράγματα. τοῦτο παραιρεῖται τὴν θρασύτητα τὴν τούτων, τοῦτʼ ἀποστρέφει τὴν γλῶτταν, ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ. 19.209τὸ τοίνυν τελευταῖον ἴστε δήπου πρώην ἐν Πειραιεῖ, ὅτʼ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν, βοῶνθʼ ὡς εἰσαγγελεῖ με καὶ γράψεται καὶ ἰοὺ ἰού. καίτοι ταῦτα μέν ἐστι μακρῶν καὶ πολλῶν ἀγώνων καὶ λόγων ἀρχή, ἐκεῖνα δʼ ἁπλᾶ καὶ δύʼ τρίʼ ἴσως ῥήματα, κἂν ἐχθὲς ἐωνημένος ἄνθρωπος εἰπεῖν ἠδυνήθη, “ἄνδρες Ἀθηναῖοι, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστιν· οὑτοσὶ κατηγορεῖ ταῦτʼ ἐμοῦ ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματʼ εἰληφέναι φησὶν ἐμέ, αὐτὸς εἰληφὼς μετειληφώς.” 19.210τούτων μὲν τοίνυν οὐδὲν εἶπεν οὐδʼ ἐφθέγξατο, οὐδʼ ἤκουσεν ὑμῶν οὐδείς, ἄλλα δʼ ἠπείλει. διὰ τί; ὅτι ταῦτα μὲν αὑτῷ συνῄδει πεπραγμένα, καὶ δοῦλος ἦν τῶν ῥημάτων τούτων. οὔκουν προσῄει πρὸς ταῦθʼ διάνοια, ἀλλʼ ἀνεδύετο· ἐπελαμβάνετο γὰρ αὐτῆς τὸ συνειδέναι. λοιδορεῖσθαι δʼ ἄλλʼ ἄττʼ οὐδὲν ἐκώλυεν αὐτὸν οὐδὲ βλασφημεῖν. 19.211 τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγος ἀλλʼ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν ἔμʼ εἰς τὸ δικαστήριον ὡς δεδωκότʼ εὐθύνας καὶ οὐκ ὄνθʼ ὑπεύθυνον· καὶ τὸ πρᾶγμʼ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτʼ ἐβούλετʼ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν πάντα τἀδικήματʼ ἐνῆν· 19.212ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτʼ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ἄνδρες Ἀθηναῖοι, ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ, καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν.

19.213ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλʼ οὐκ ἂν εἰκότως ἀκούοιτʼ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί. τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία; τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων τι ἀπολογήσεται; 19.214ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δʼ Αἰσχίνης οὑτοσί, Φίλιππος δʼ ἦν κρίνων, εἶτʼ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατʼ αὐτὸ τοῦτʼ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετʼ ἀπολογεῖσθαι. Λέγε τὴν μαρτυρίαν.Μαρτυρία

19.215οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτʼ ἐμοὶ καὶ τούτῳ πέπρακται; πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, μηδʼ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλʼ ὅμως ἐρεῖ, καὶ νὴ Δίʼ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθʼ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλʼ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην. 19.216ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ. 19.217οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ; 19.218εἰ μὲν ἅπανθʼ ὅσʼ ὑπέσχονθʼ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτʼ εἶναι μεστοί, ὥστε μήτʼ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτʼ ἐκ θαλάττης πολιορκούμενοι μήτʼ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὔωνον ὠνούμενοι καὶ τἄλλʼ οὐδὲν χεῖρον πράττοντες νῦν, 19.219προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμενʼ ὁρμητήριʼ ἐφʼ ὑμᾶς καὶ πάνθʼ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθʼ ἀγαπητῶς, ἀποψηφίσασθʼ Αἰσχίνου, καὶ μὴ πρὸς τοσούτοις αἰσχροῖς καὶ ἐπιορκίαν προσκτήσησθε· οὐδὲν γὰρ ὑμᾶς ἀδικεῖ, ἀλλʼ ἐγὼ μαίνομαι καὶ τετύφωμαι νῦν κατηγορῶν αὐτοῦ. 19.220εἰ δὲ πάντα τἀναντία τούτων καὶ πολλὰ καὶ φιλάνθρωπʼ εἰπόντες, Φίλιππον φιλεῖν τὴν πόλιν, Φωκέας σώσειν, Θηβαίους παύσειν τῆς ὕβρεως, ἔτι πρὸς τούτοις μείζονʼ κατʼ Ἀμφίπολιν εὖ ποιήσειν ὑμᾶς, ἐὰν τύχῃ τῆς εἰρήνης, Εὔβοιαν, Ὠρωπὸν ἀποδώσειν· εἰ ταῦτʼ εἰπόντες καὶ ὑποσχόμενοι πάντʼ ἐξηπατήκασι καὶ πεφενακίκασι καὶ μόνον οὐ τὴν Ἀττικὴν ὑμῶν περιῄρηνται, καταψηφίσασθε, καὶ μὴ πρὸς τοῖς ἄλλοις οἷς ὕβρισθε (οὐ γὰρ ἔγωγʼ οἶδʼ τι χρὴ λέγειν ἄλλο) καὶ ὑπὲρ ὧν οὗτοι δεδωροδοκήκασιν ὑμεῖς τὴν ἀρὰν καὶ τὴν ἐπιορκίαν οἴκαδʼ εἰσενέγκησθε.

19.221ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί, τίνος εἵνεκʼ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν; οὐδέ γʼ ἀσφαλές. ἀλλʼ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τις; οὐδεμία. τί οὖν; “ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν·” καὶ γὰρ ταῦτʼ ἀκήκοʼ αὐτὸν λέγειν. καίτοι μηδενός γʼ ὄντος, Αἰσχίνη, δεινοῦ μηδʼ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτʼ ἐρεῖ, σκοπεῖτʼ, ἄνδρες δικασταί, εἰ ἐφʼ οἷς μηδʼ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότας; ἀλλʼ οὐ διὰ ταῦτα. 19.222ἀλλὰ διὰ τί σου κατηγορῶ; συκοφαντῶ νὴ Δία, ἵνʼ ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους (ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι· οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλʼ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα), παρὰ τούτων ἀφʼ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τʼ ἐχθρὸν εἶναι καὶ τούτοις; καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δʼ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετʼ ἔχθρας λαμβάνειν; 19.223οὐκ ἔστι ταῦτα, ἀλλʼ ἀπήγγειλα μὲν τἀληθῆ καὶ ἀπεσχόμην τοῦ λαβεῖν τοῦ δικαίου καὶ τῆς ἀληθείας εἵνεκα καὶ τοῦ λοιποῦ βίου, νομίζων, ὥσπερ ἄλλοι τινὲς παρʼ ὑμῖν, καὶ αὐτὸς ὢν ἐπιεικὴς τιμηθήσεσθαι, καὶ οὐκ ἀνταλλακτέον εἶναί μοι τὴν πρὸς ὑμᾶς φιλοτιμίαν οὐδενὸς κέρδους· μισῶ δὲ τούτους, ὅτι μοχθηροὺς καὶ θεοῖς ἐχθροὺς εἶδον ἐν τῇ πρεσβείᾳ, καὶ ἀπεστέρημαι καὶ τῶν ἰδίων φιλοτιμιῶν διὰ τὴν τούτων δωροδοκίαν πρὸς ὅλην δυσχερῶς ὑμῶν τὴν πρεσβείαν ἐσχηκότων· κατηγορῶ δὲ νυνὶ καὶ ἐπὶ τὰς εὐθύνας ἥκω τὸ μέλλον προορώμενος, καὶ βουλόμενος ἀγῶνι καὶ δικαστηρίῳ μοι διωρίσθαι παρʼ ὑμῖν ὅτι τἀναντίʼ ἐμοὶ καὶ τούτοις πέπρακται. 19.224καὶ δέδοικα, δέδοικα (εἰρήσεται γὰρ πάνθʼ φρονῶ πρὸς ὑμᾶς) μὴ τότε μὲν συνεπισπάσησθʼ ἐμὲ τὸν μηδʼ ὁτιοῦν ἀδικοῦντα, νῦν δʼ ἀναπεπτωκότες ἦτε. παντάπασι γάρ, ἄνδρες Ἀθηναῖοι, ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθαι, οὐδὲ φροντίζειν τῆς πόλεως πάλαι κατὰ πολλοὺς καὶ δεινοὺς τρόπους διαφθειρομένης. 19.225οὐκ οἴεσθε δεινὸν εἶναι καὶ ὑπερφυές; (καὶ γὰρ εἴ τι σιωπᾶν ἐγνώκειν, λέγειν ἐξάγομαι.) ἴστε δήπου Πυθοκλέα τουτονὶ τὸν Πυθοδώρου. τούτῳ πάνυ φιλανθρώπως ἐκεχρήμην ἐγώ, καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν εἰς τὴν ἡμέραν ταύτην οὐδέν. οὗτος ἐκτρέπεταί με νῦν ἀπαντῶν, ἀφʼ οὗ πρὸς Φίλιππον ἀφῖκται, κἂν ἀναγκασθῇ που συντυχεῖν, ἀπεπήδησεν εὐθέως, μή τις αὐτὸν ἴδῃ λαλοῦντʼ ἐμοί· μετὰ δʼ Αἰσχίνου περιέρχεται τὴν ἀγορὰν κύκλῳ καὶ βουλεύεται. 19.226οὐκοῦν δεινόν, ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρʼ ἐκείνου πρὸς ἑκάτερʼ αἴσθησιν ὑπάρχειν, ὥσθʼ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδʼ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρʼ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρʼ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμʼ ἀγωνίζεσθαι, καὶ ταῦτα παρʼ ὑμῖν τοῖς ἅπαντʼ εἰδόσιν. 19.227βούλεσθʼ οὖν εἰδέναι καὶ ἀκοῦσαι τὸ τούτων αἴτιον; ἐγὼ δὴ φράσω, ἀξιῶ δὲ μηδένʼ ἄχθεσθαί μοι λέγοντι τἀληθῆ. ὅτι ἐκεῖνος μὲν ἕν, οἶμαι, σῶμʼ ἔχων καὶ ψυχὴν μίαν παντὶ θυμῷ καὶ φιλεῖ τοὺς ἑαυτὸν εὖ ποιοῦντας καὶ μισεῖ τοὺς τἀναντία, ὑμῶν δʼ ἕκαστος πρῶτον μὲν οὔτε τὸν εὖ ποιοῦντα τὴν πόλιν αὑτὸν εὖ ποιεῖν ἡγεῖται, 19.228οὔτε τὸν κακῶς <κακῶς>, ἀλλʼ ἕτερʼ ἐστὶν ἑκάστῳ προυργιαίτερα, ὑφʼ ὧν παράγεσθε πολλάκις, ἔλεος, φθόνος, ὀργή, χαρίσασθαι τῷ δεηθέντι, ἄλλα μυρία· ἂν δʼ ἄρʼ ἅπαντά τις ἐκφύγῃ, ἀλλὰ τούς γʼ οὐδένα βουλομένους εἶναι τοιοῦτον οὐ διαφεύξεται. δʼ ἐφʼ ἑκάστου τούτων ἁμαρτία κατὰ μικρὸν ὑπορρέουσα ἁθρόος τῇ πόλει βλάβη γίγνεται.

19.229ὧν μηδέν, ἄνδρες Ἀθηναῖοι, πάθητε τήμερον, μηδʼ ἀφῆτε τοῦτον ὃς ὑμᾶς τηλικαῦτʼ ἠδίκηκεν. καὶ γὰρ ὡς ἀληθῶς τίς ἔσται λόγος περὶ ὑμῶν, εἰ τοῦτον ἀφήσετε; Ἀθήνηθεν ἐπρέσβευσάν τινες ὡς Φίλιππον τουτονί, Φιλοκράτης, Αἰσχίνης, Φρύνων, Δημοσθένης. τί οὖν; μὲν πρὸς τῷ μηδὲν ἐκ τῆς πρεσβείας λαβεῖν τοὺς αἰχμαλώτους ἐκ τῶν ἰδίων ἐλύσατο· δʼ ὧν τὰ τῆς πόλεως πράγματα χρημάτων ἀπέδοτο, τούτων πόρνας ἠγόραζε καὶ ἰχθῦς περιιών. 19.230καὶ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, μιαρὸς Φρύνων· δʼ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθʼ αὑτοῦ διεπράξατο. καὶ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτʼ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, λύεσθαι, μηδένʼ ἐν συμφορᾷ τῶν πολιτῶν διʼ ἔνδειαν περιορᾶν· δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τινʼ αἰχμάλωτον σῶσαι, ὥσθʼ ὅλον τόπον καὶ πλεῖν μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν. 19.231τί οὖν μετὰ ταῦτα; Ἀθηναῖοι λαβόντες, ᾔδεσαν μὲν γὰρ πάλαι· τί δέ; τοὺς μὲν χρήματʼ εἰληφότας καὶ δῶρα καὶ καταισχύναντας ἑαυτούς, τὴν πόλιν, τοὺς ἑαυτῶν παῖδας, ἀφεῖσαν καὶ νοῦν ἔχειν ἡγοῦντο καὶ τὴν πόλινεὐθενεῖσθαι†· τὸν δὲ κατηγοροῦντα τί; ἐμβεβροντῆσθαι, τὴν πόλιν ἀγνοεῖν, οὐκ ἔχειν ὅποι τὰ ἑαυτοῦ ῥίπτῃ. 19.232καὶ τίς, ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἰδὼν τὸ παράδειγμα, δίκαιον αὑτὸν παρασχεῖν ἐθελήσει; τίς προῖκα πρεσβεύειν, εἰ μήτε λαβεῖν μήτε τῶν εἰληφότων ἀξιοπιστότερον παρʼ ὑμῖν εἶναι δοκεῖν ὑπάρξει; οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ, ἀλλὰ καὶ νόμον τίθεσθʼ εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον, πότερον χρημάτων αἰσχρῶς ὑπὲρ τῶν ἐχθρῶν πρεσβεύειν ἅπαντας προσήκει προῖχʼ ὑπὲρ ὑμῶν τὰ βέλτιστʼ ἀδωροδοκήτως. 19.233ἀλλὰ μὴν περὶ μὲν τῶν ἄλλων οὐδενὸς προσδεῖσθε μάρτυρος· ὡς δὲ τὸν υἱὸν ἔπεμψεν Φρύνων, κάλει μοι τούτων τοὺς μάρτυρας.

τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης, ὅτι τὸν αὑτοῦ παῖδʼ ἐπʼ αἰσχύνῃ πρὸς Φίλιππον ἔπεμψεν. εἰ δέ τις ὢν ἐφʼ ἡλικίας ἑτέρου βελτίων τὴν ἰδέαν, μὴ προϊδόμενος τὴν ἐξ ἐκείνης τῆς ὄψεως ὑποψίαν, ἰταμώτερον τῷ μετὰ ταῦτʼ ἐχρήσατο βίῳ, τοῦτον ὡς πεπορνευμένον κέκρικεν.

19.234φέρε δὴ περὶ τῆς ἑστιάσεως καὶ τοῦ ψηφίσματος εἴπω· μικροῦ γʼ, μάλιστά μʼ ἔδει πρὸς ὑμᾶς εἰπεῖν, παρῆλθεν. τῆς πρώτης ἐκείνης πρεσβείας γράφων τὸ προβούλευμʼ ἐγὼ καὶ πάλιν ἐν τῷ δήμῳ ταῖς ἐκκλησίαις, ἐν αἷς ἐμέλλετε βουλεύεσθαι περὶ τῆς εἰρήνης, οὐδενὸς οὔτε λόγου πω παρὰ τούτων οὔτʼ ἀδικήματος ὄντος φανεροῦ, τὸ νόμιμον ἔθος ποιῶν, καὶ ἐπῄνεσα τούτους καὶ εἰς πρυτανεῖον ἐκάλεσα. 19.235καὶ νὴ Δίʼ ἔγωγε καὶ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ἐξένισα, καὶ πάνυ γʼ, ἄνδρες Ἀθηναῖοι, λαμπρῶς· ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς καὶ ἐπὶ τοῖς τοιούτοις ἐκεῖ σεμνυνομένους ὡς εὐδαίμονας καὶ λαμπρούς, εὐθὺς ἡγούμην ἐν τούτοις πρῶτον περιεῖναι δεῖν αὐτῶν καὶ μεγαλοψυχότερος φαίνεσθαι. ταῦτα δὴ παρέξεται νῦν οὗτος λέγων ὡςαὐτὸς ἐπῄνεσεν ἡμᾶς, αὐτὸς εἱστία τοὺς πρέσβεις,” τὸ πότʼ οὐ διορίζων. 19.236ἔστι δὲ ταῦτα πρὸ τοῦ τὴν πόλιν ἠδικῆσθαί τι καὶ φανεροὺς τούτους πεπρακότας αὑτοὺς γενέσθαι, ὅτʼ ἄρτι μὲν ἧκον οἱ πρέσβεις τὸ πρῶτον, ἔδει δʼ ἀκοῦσαι τὸν δῆμον τί λέγουσιν, οὐδέπω δʼ οὔθʼ οὗτος συνερῶν δῆλος ἦν τῷ Φιλοκράτει οὔτʼ ἐκεῖνος τοιαῦτα γράψων. ἂν δὴ ταῦτα λέγῃ, μέμνησθε τοὺς χρόνους ὅτι τῶν ἀδικημάτων εἰσὶ πρότεροι. μετὰ ταῦτα δʼ οὐδὲν ἐμοὶ πρὸς τούτους οἰκεῖον οὐδὲ κοινὸν γέγονεν.Λέγε τὴν μαρτυρίαν.Μαρτυρία

19.237ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης καὶ Ἀφόβητος· πρὸς οὓς ἀμφοτέρους ὑμῖν πολλὰ καὶ δίκαιʼ ἔστιν εἰπεῖν. ἀνάγκη δʼ, ἄνδρες Ἀθηναῖοι, μετὰ παρρησίας διαλεχθῆναι, μηδὲν ὑποστελλόμενον. ἡμεῖς, Ἀφόβητε καὶ σὺ Φιλόχαρες, σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δʼ ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους (καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλʼ οὐδὲ στρατηγίας γʼ ἄξια) πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν. 19.238εἰ τοίνυν μηδὲν ὑμῶν ἠδίκει μηδείς, οὐχ ἡμεῖς χάριν ὑμῖν οὐδενός, ἀλλʼ ὑμεῖς ἡμῖν δικαίως ἂν ἔχοιτε τούτων· πολλοὺς γὰρ ὑμῶν μᾶλλον ἀξίους τιμᾶσθαι παρέντες ἡμεῖς ὑμᾶς ἐσεμνύνομεν. εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθʼ ἠδίκηκέ τις ὑμῶν, καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον ἂν μισοῖσθε δικαίως σῴζοισθε; ἐγὼ μὲν οἶμαι πολλῷ. βιάσονται τοίνυν ἴσως, μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες, καὶ τὸσυγγνώμη ἀδελφῷ βοηθεῖνπροσειληφότες. 19.239ὑμεῖς δὲ μὴ ἡττᾶσθε, ἐκεῖνʼ ἐνθυμούμενοι, ὅτι τούτοις μὲν τούτου· προσήκει φροντίζειν, ὑμῖν δὲ τῶν νόμων καὶ ὅλης τῆς πόλεως καὶ παρὰ πάντα τῶν ὅρκων, οὓς αὐτοὶ κάθησθʼ ὀμωμοκότες. καὶ γὰρ εἰ τινῶν δεδέηνται τουτονὶ σῴζειν, πότερʼ ἂν μηδὲν ἀδικῶν φαίνηται τὴν πόλιν κἂν ἀδικῶν, σκοπεῖτε. εἰ μὲν γὰρ ἂν μή, κἀγώ φημι δεῖν, εἰ δʼ ὅλως κἂν ὁτιοῦν, ἐπιορκεῖν δεδέηνται. οὐ γὰρ εἰ κρύβδην ἐστὶν ψῆφος, λήσει τοὺς θεούς, ἀλλὰ τοῦτο καὶ πάντων ἄρισθʼ τιθεὶς τὸν νόμον εἶδε τὸ κρύβδην ψηφίζεσθαι, ὅτι τούτων μὲν οὐδεὶς εἴσεται τὸν ἑαυτῷ κεχαρισμένον ὑμῶν, οἱ θεοὶ δʼ εἴσονται καὶ τὸ δαιμόνιον τὸν μὴ τὰ δίκαια ψηφισάμενον. 19.240παρʼ ὧν κρεῖττόν ἐστιν ἑκάστῳ τὰς ἀγαθὰς ἐλπίδας τοῖς παισὶ καὶ ἑαυτῷ, τὰ δίκαια γνόντα καὶ τὰ προσήκοντα, περιποιήσασθαι τὴν ἀφανῆ καὶ ἄδηλον τούτοις χάριν καταθέσθαι, καὶ ἀφεῖναι τοῦτον ὃς αὐτὸς ἑαυτοῦ καταμεμαρτύρηκεν. τίνα γάρ, Αἰσχίνη, μάρτυρα μείζω παράσχωμαι τοῦ πολλὰ καὶ δεινὰ πεπρεσβεῦσθαί σοι σὲ κατὰ σαυτοῦ; ὃς γὰρ ᾠήθης χρῆναι τὸν φανερόν τι ποιῆσαι βουληθέντα τῶν σοὶ πεπρεσβευμένων τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιβαλεῖν, δῆλον ὅτι δεινὸν ἄν τι παθεῖν σαυτὸν ἤλπιζες, εἰ πύθοινθʼ οὗτοι τὰ πεπραγμένα σοι.

19.241τοῦτο τοίνυν, ἄνπερ ὑμεῖς εὖ φρονῆτε, καθʼ αὑτοῦ συμβήσεται τούτῳ πεπρᾶχθαι, οὐ μόνον κατὰ τοῦθʼ ὅτι παμμέγεθες σημεῖόν ἐστι τῶν πεπρεσβευμένων, ἀλλʼ ὅτι καὶ κατηγορῶν ἐκείνους τοὺς λόγους εἶπεν οἳ κατʼ αὐτοῦ νῦν ὑπάρχουσιν· γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες, ταὐτὰ δήπου ταῦτα καὶ κατὰ σοῦ προσήκει τοῖς ἄλλοις ἰσχύειν. 19.242ἔλεγεν τοίνυν τότε πρὸς τοὺς δικαστὰς ὅτιἀπολογήσεται δὲ Δημοσθένης ὑπὲρ αὐτοῦ, καὶ κατηγορήσει τῶν ἐμοὶ πεπρεσβευμένων· εἶτʼ, ἐὰν ὑμᾶς ἀπαγάγῃ τῷ λόγῳ, νεανιεύσεται καὶ περιιὼν ἐρεῖ· πῶς τι τοὺς δικαστὰς ἀπαγαγὼν ἀπὸ τῆς ὑποθέσεως ᾠχόμην τὸ πρᾶγμʼ αὐτῶν ὑφελόμενος;” μὴ σύ γε, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζει, περὶ τούτων ἀπολογοῦ· τότε δʼ, ἡνίκʼ ἐκεῖνον ἔκρινες, ἐξῆν σοι κατηγορεῖν καὶ λέγειν τι ἐβούλου.

19.243ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρʼ ἔχων ἐφʼ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι· φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ
πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
Hes. WD 763-764οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματʼ ἐκ τῆς πρεσβείας φασὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθενφήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.”
19.244ὅσῳ γὰρ αὖ σὲ πλείους ʼκεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδʼ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθʼ ὅστις οὔ φησι χρήματʼ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστʼ, εἴπερ ἐστʼ ἀληθὴς φήμη, καθʼ ὑμῶν ἐστιν παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶθεός νύ τίς ἐστι καὶ αὐτή,” καὶ ὅτι σοφὸς ἦν ποιητὴς ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.

19.245ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι
τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών.
Unknown

εἶτατὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα,” καὶ τοιαῦτʼ εἰπών, “ἀγνοεῖτʼ,” ἔφη, “ποῖόν τινʼ ἡγεῖσθαι δεῖ;” οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθʼ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· “ὅστις δʼ ὁμιλῶν ἥδεται,” καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, “οὐ πώποτʼ ἠρώτησα,” γιγνώσκων ὅτι ἀργύριον εἴληφʼ οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν.

19.246λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖʼ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου· τοῦτο δὲ τὸ δρᾶμʼ οὐδεπώποτʼ οὔτε Θεόδωρος οὔτʼ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δʼ Ἀριστόδημος ὑποκέκριται, ἐν πεποιημένʼ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν. 19.247ἴστε γὰρ δήπου τοῦθʼ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι. ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθʼ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. Λέγε.Ἰαμβεῖα Σοφοκλέους ἐξ Ἀντιγόνης ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,
κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
καὶ μείζονʼ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
ἐγὼ γάρ, ἴστω Ζεὺς πάνθʼ ὁρῶν ἀεί,
οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς
θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
ἥδʼ ἐστὶν σῴζουσα, καὶ ταύτης ἔπι
πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
Soph. Ant. 175-190

19.248τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλʼ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζονʼ ἡγήσαθʼ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δʼ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν, 19.249οὐκ ἀναμνησθεὶς ὅτιἥδʼ ἐστὶν σῴζουσα καὶ ταύτης ἔπιτελοῦσα μὲν μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δʼ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλʼ οὖν ἐν ταύτῃ γʼ ἔζη, ὑπογραμματεύοντες δʼ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφʼ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύʼ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δʼ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης. 19.250τούτων οὐδὲν ἐσκέψατο, οὐδʼ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλʼ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθʼ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτʼ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, δʼ οὐδεπώποτʼ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τινʼ εἰς μέσον ἤνεγκας.

19.251φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλωνʼ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρʼ ἔχοντʼ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντʼ ἔτη φάσʼ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δʼ ὁμοῦ διακόσιʼ ἐστὶν ἔτη καὶ τετταράκοντʼ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθʼ δημιουργὸς τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατʼ ἐκεῖνον, ἀλλʼ οὐδʼ πάππος αὐτοῦ. 19.252τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο, ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γʼ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν <ἀν>έσωσε τῇ πόλει, τὴν δʼ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν· 19.253οὗτος δʼ, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γʼ, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτʼ ἐποίησεν, ἀλλʼ ἐκεῖσʼ ἐλθὼν οὐδὲ τοὔνομʼ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτʼ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντʼ αὐτὸν ὅτι περὶ δʼ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δʼ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.” 19.254ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετʼ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν· θᾶττον γὰρ ἂν τοῦ αἵματος λόγου μεταδοῦναί τινι. ἀλλʼ, οἶμαι, χρήματʼ εἰληφότʼ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. Λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵνʼ ἴδηθʼ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.

19.255οὐ λέγειν εἴσω τὴν χεῖρʼ ἔχοντʼ, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρʼ ἔχοντα. σὺ δʼ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ; λέγε σύ. Ἐλεγεῖα
ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖται
αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·
τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη
Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει.
αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν
ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,
δήμου θʼ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον
ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν.
οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας
εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ.
. . .
πλουτοῦσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι.
. . .
οὔθʼ ἱερῶν κτεάνων οὔτε τι δημοσίων
φειδόμενοικλέπτουσιν ἐφʼ ἁρπαγῇἄλλοθεν ἄλλος,
οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,
σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα,
τῷ δὲ χρόνῳ πάντως ἦλθʼ ἀποτεισομένη.
τοῦτʼ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,
εἰς δὲ κακὴν ταχέωςἤλυθεδουλοσύνην,
στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει,
ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην.
ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ
τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις.
ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶν
ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,
πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες.
. . .
οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστῳ,
αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι,
ὑψηλὸν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,
εἰ καί τις φεύγων ἐν μυχῷ θαλάμου.
ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,
ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,
εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει,
καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,
τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,
αὐαίνει δʼ ἄτης ἄνθεα φυόμενα,
εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τʼ ἔργα
πραΰνει, παύει δʼ ἔργα διχοστασίης,
παύει δʼ ἀργαλέης ἔριδος χόλον· ἔστι δʼ ὑπʼ αὐτῆς
πάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά.
Solon

19.256ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δʼ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρʼ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν· τρόπον δέ τινʼ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντʼ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι. 19.257σκοπεῖτε γάρ. ἄνθρωπος πολλὰ καὶ δεινὰ πρεσβεύσας, καὶ χώρας ἐκδεδωκὼς ἐν αἷς τοὺς θεοὺς ὑφʼ ὑμῶν καὶ τῶν συμμάχων τιμᾶσθαι προσῆκεν, ἠτίμωσʼ ὑπακούσαντά τινʼ αὐτοῦ κατήγορον. ἵνα τί; ἵνα μήτʼ ἐλέου μήτε συγγνώμης ἐφʼ οἷς αὐτὸς ἠδίκηκεν τύχῃ. ἀλλὰ καὶ κατηγορῶν ἐκείνου κακῶς λέγειν προείλετʼ ἐμέ, καὶ πάλιν ἐν τῷ δήμῳ γραφὰς ἀποίσειν καὶ τοιαῦτʼ ἠπείλει. ἵνα τί; ἵνʼ ὡς μετὰ πλείστης συγγνώμης παρʼ ὑμῶν τὰ τούτου πονηρεύματʼ ἀκριβέστατʼ εἰδὼς ἐγὼ καὶ παρηκολουθηκὼς ἅπασι κατηγορῶ. 19.258ἀλλὰ καὶ διακρουόμενος πάντα τὸν ἔμπροσθεν χρόνον εἰσελθεῖν εἰς τοιοῦτον ὑπῆκται καιρὸν ἐν τῶν ἐπιόντων ἕνεκα, εἰ μηδενὸς ἄλλου, οὐχ οἷόν τʼ οὐδʼ ἀσφαλὲς ὑμῖν δεδωροδοκηκότα τοῦτον ἀθῷον ἐᾶσαι· ἀεὶ μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ καιροῦ τοῦτο γένοιτʼ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. 19.259νόσημα γάρ, ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα, καὶ χαλεπὸν καὶ πολλῆς τινὸς εὐτυχίας καὶ παρʼ ὑμῶν ἐπιμελείας δεόμενον. οἱ γὰρ ἐν ταῖς πόλεσι γνωριμώτατοι καὶ προεστάναι τῶν κοινῶν ἀξιούμενοι, τὴν αὑτῶν προδιδόντες ἐλευθερίαν οἱ δυστυχεῖς, αὐθαίρετον αὑτοῖς ἐπάγονται δουλείαν, Φιλίππῳ ξενίαν καὶ ἑταιρίαν καὶ φιλίαν καὶ τοιαῦθʼ ὑποκοριζόμενοι· οἱ δὲ λοιποὶ καὶ τὰ κύριʼ ἅττα ποτʼ ἔστʼ ἐν ἑκάστῃ τῶν πόλεων, οὓς ἔδει τούτους κολάζειν καὶ παραχρῆμʼ ἀποκτιννύναι, τοσοῦτʼ ἀπέχουσι τοῦ τοιοῦτόν τι ποιεῖν ὥστε θαυμάζουσι καὶ ζηλοῦσι καὶ βούλοιντʼ ἂν αὐτὸς ἕκαστος τοιοῦτος εἶναι. 19.260καίτοι τοῦτο τὸ πρᾶγμα καὶ τὰ τοιαῦτα ζηλώματα Θετταλῶν μέν, ἄνδρες Ἀθηναῖοι, μέχρι μὲν χθὲς πρώην τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμʼ ἀπωλωλέκει, νῦν δʼ ἤδη καὶ τὴν ἐλευθερίαν παραιρεῖται· τὰς γὰρ ἀκροπόλεις αὐτῶν ἐνίων Μακεδόνες φρουροῦσιν· εἰς Πελοπόννησον δʼ εἰσελθὸν τὰς ἐν Ἤλιδι σφαγὰς πεποίηκε, καὶ τοσαύτης παρανοίας καὶ μανίας ἐνέπλησε τοὺς ταλαιπώρους ἐκείνους ὥσθʼ, ἵνʼ ἀλλήλων ἄρχωσι καὶ Φιλίππῳ χαρίζωνται, συγγενεῖς αὑτῶν καὶ πολίτας μιαιφονεῖν. 19.261καὶ οὐδʼ ἐνταῦθʼ ἕστηκεν, ἀλλʼ εἰς Ἀρκαδίαν εἰσελθὸν πάντʼ ἄνω καὶ κάτω τἀκεῖ πεποίηκε, καὶ νῦν Ἀρκάδων πολλοί, προσῆκον αὐτοῖς ἐπʼ ἐλευθερίᾳ μέγιστον φρονεῖν ὁμοίως ὑμῖν (μόνοι γὰρ πάντων αὐτόχθονες ὑμεῖς ἐστε κἀκεῖνοι) Φίλιππον θαυμάζουσι καὶ χαλκοῦν ἱστᾶσι καὶ στεφανοῦσι, καὶ τὸ τελευταῖον, ἂν εἰς Πελοπόννησον ἴῃ, δέχεσθαι ταῖς πόλεσιν εἰσὶν ἐψηφισμένοι. 19.262ταὐτὰ δὲ ταῦτʼ Ἀργεῖοι. ταῦτα νὴ τὴν Δήμητρα, εἰ δεῖ μὴ ληρεῖν, εὐλαβείας οὐ μικρᾶς δεῖται, ὡς βαδίζον γε κύκλῳ καὶ δεῦρʼ ἐλήλυθεν, ἄνδρες Ἀθηναῖοι, τὸ νόσημα τοῦτο. ἕως οὖν ἔτʼ ἐν ἀσφαλεῖ, φυλάξασθε καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε· εἰ δὲ μή, σκοπεῖθʼ ὅπως μὴ τηνικαῦτʼ εὖ λέγεσθαι δόξει τὰ νῦν εἰρημένα, ὅτʼ οὐδʼ τι χρὴ ποιεῖν ἕξετε. 19.263οὐχ ὁρᾶθʼ ὡς ἐναργές, ἄνδρες Ἀθηναῖοι, καὶ σαφὲς παράδειγμʼ οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι; οἳ παρʼ οὐδὲν οὕτως ὡς τὸ τοιαῦτα ποιεῖν ἀπολώλασιν οἱ δείλαιοι. ἔχοιτε δʼ ἂν ἐξετάσαι καθαρῶς ἐκ τῶν συμβεβηκότων αὐτοῖς. ἐκεῖνοι γάρ, ἡνίκα μὲν τετρακοσίους ἱππέας ἐκέκτηντο μόνον καὶ σύμπαντες οὐδὲν ἦσαν πλείους πεντακισχιλίων τὸν ἀριθμόν, οὔπω Χαλκιδέων πάντων εἰς ἓν συνῳκισμένων, 19.264Λακεδαιμονίων ἐπʼ αὐτοὺς ἐλθόντων πολλῇ καὶ πεζῇ καὶ ναυτικῇ δυνάμει (ἴστε γὰρ δήπου τοῦθʼ ὅτι γῆς καὶ θαλάττης ἦρχον ὡς ἔπος εἰπεῖν Λακεδαιμόνιοι κατʼ ἐκείνους τοὺς χρόνους), ἀλλʼ ὅμως τηλικαύτης ἐπʼ αὐτοὺς ἐλθούσης δυνάμεως οὔτε τὴν πόλιν οὔτε φρούριον οὐδὲν ἀπώλεσαν, ἀλλὰ καὶ μάχας πολλὰς ἐκράτησαν καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν καὶ τὸ τελευταῖον, ὅπως ἐβούλοντο, οὕτω τὸν πόλεμον κατέθεντο. 19.265ἐπειδὴ δὲ δωροδοκεῖν ἤρξαντό τινες, καὶ διʼ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν, τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὑτῶν λεγόντων, καὶ Λασθένης μὲν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις, Εὐθυκράτης δὲ βοῦς ἔτρεφεν πολλὰς τιμὴν οὐδενὶ δούς, ἕτερος δέ τις ἧκεν ἔχων πρόβατα, ἄλλος δέ τις ἵππους, οἱ δὲ πολλοί, καὶ καθʼ ὧν ταῦτʼ ἐγίγνετο, οὐχ ὅπως ὠργίζοντο κολάζειν ἠξίουν τοὺς ταῦτα ποιοῦντας, ἀλλʼ ἀπέβλεπον, ἐζήλουν, ἐτίμων, ἄνδρας ἡγοῦντο· 19.266ἐπειδὴ ταῦθʼ οὕτω προήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους μὲν ἱππέας κεκτημένοι, πλείους δʼ ὄντες μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριήρεσι πεντήκονθʼ ὑμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐτοὺς τούτων ἐδυνήθη σῶσαι, ἀλλὰ πρὶν μὲν ἐξελθεῖν ἐνιαυτὸν τοῦ πολέμου τὰς πόλεις ἁπάσας ἀπωλωλέκεσαν τὰς ἐν τῇ Χαλκιδικῇ προδιδόντες, καὶ Φίλιππος οὐκέτʼ εἶχεν ὑπακούειν τοῖς προδιδοῦσιν, οὐδʼ εἶχεν τι πρῶτον λάβῃ. 19.267πεντακοσίους δʼ ἱππέας προδοθέντας ὑπʼ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις Φίλιππος, ὅσους οὐδεὶς πώποτʼ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθʼ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδʼ οὖσαν, ἐφʼ ἧς ἕστασαν, οὔθʼ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις· οὕτως ἔκφρονας, ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείνʼ ἐψηφίσασθε, τοὺς δὲ παρʼ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων.Ψήφισμα

19.268ταῦθʼ ὑμεῖς, ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν Ἕλλησι καὶ βαρβάροις δοκεῖτʼ ἐψηφίσθαι κατʼ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ διʼ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντʼ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δʼ μὲν καιρούς, δὲ πράγματα, δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει· μισεῖν δʼ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει. 19.269ἔστι δʼ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, περὶ τούτων μόνοις τῶν πάντων ἀνθρώπων οἰκείοις χρῆσθαι παραδείγμασι, καὶ τοὺς προγόνους, οὓς ἐπαινεῖτε δικαίως, ἔργῳ μιμεῖσθαι. καὶ γὰρ εἰ μὴ τὰς μάχας μηδὲ τὰς στρατείας μηδὲ τοὺς κινδύνους, ἐν οἷς ἦσαν ἐκεῖνοι λαμπροί, συμβαίνει καιρός, ἀλλʼ ἄγεθʼ ἡσυχίαν ὑμεῖς ἐν τῷ παρόντι, ἀλλὰ τό γʼ εὖ φρονεῖν αὐτῶν μιμεῖσθε. 19.270τούτου γὰρ πανταχοῦ χρεία, καὶ οὐδέν ἐστι πραγματωδέστερον οὐδʼ ὀχληρότερον τὸ καλῶς φρονεῖν τοῦ κακῶς, ἀλλʼ ἐν τῷ ἴσῳ χρόνῳ νυνὶ καθήμενος ὑμῶν ἕκαστος, ἂν μὲν χρὴ γιγνώσκῃ περὶ τῶν πραγμάτων καὶ ψηφίζηται, βελτίω τὰ κοινὰ ποιήσει τῇ πόλει καὶ ἄξια τῶν προγόνων πράξει, ἂν δʼ μὴ δεῖ, φαυλότερα, καὶ ἀνάξια τῶν προγόνων ποιήσει. τί οὖν ἐκεῖνοι περὶ τούτων ἐφρόνουν; ταυτὶ λαβὼν ἀνάγνωθι, γραμματεῦ· δεῖ γὰρ ὑμᾶς ἰδεῖν ὅτι ἐπὶ τοῖς τοιούτοις ἔργοις ῥᾳθυμεῖτε, ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι. λέγε.Στήλη

19.271ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, τῶν γραμμάτων λεγόντων Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος πᾶν. διὰ τί; ὅτι τὸν χρυσὸν τὸν ἐκ τῶν βαρβάρων εἰς τοὺς Ἕλληνας ἤγαγεν. οὐκοῦν ἔστιν, ὡς ἔοικεν, ἐκ τούτων ἰδεῖν ὅτι οἱ πρόγονοι μὲν ὑμῶν, ὅπως μηδʼ ἄλλος ἀνθρώπων μηδεὶς ἐπὶ χρήμασι μηδὲν ἐργάσεται κακὸν τὴν Ἑλλάδα, ἐφρόντιζον, ὑμεῖς δʼ οὐδὲ τὴν πόλιν αὐτὴν ὅπως μηδεὶς τῶν πολιτῶν ἀδικήσει προορᾶσθε. 19.272νὴ Δίʼ, ἀλλʼ ὅπως ἔτυχεν ταῦτα τὰ γράμμαθʼ ἕστηκεν. ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν, ἣν ἀριστεῖον πόλις τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, δόντων τῶν Ἑλλήνων τὰ χρήματα ταῦτα, ἀνέθηκεν. τότε μὲν τοίνυν οὕτω σεμνὸν ἦν τὸ δίκαιον καὶ τὸ κολάζειν τοὺς τὰ τοιαῦτα ποιοῦντας ἔντιμον, ὥστε τῆς αὐτῆς ἠξιοῦτο στάσεως τό τʼ ἀριστεῖον τῆς θεοῦ καὶ αἱ κατὰ τῶν τὰ τοιαῦτʼ ἀδικούντων τιμωρίαι· νῦν δὲ γέλως, ἄδεια, εἰ μὴ τὴν ἄγαν ταύτην ἐξουσίαν σχήσετε νῦν ὑμεῖς. 19.273νομίζω τοίνυν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, οὐ καθʼ ἕν τι μόνον τοὺς προγόνους μιμουμένους ὀρθῶς ἂν ποιεῖν, ἀλλὰ καὶ κατὰ πάνθʼ ὅσʼ ἔπραττον ἐφεξῆς. ἐκεῖνοι τοίνυν, ὡς ἅπαντες εὖ οἶδʼ ὅτι τὸν λόγον τοῦτον ἀκηκόατε, Καλλίαν τὸν Ἱππονίκου ταύτην τὴν ὑπὸ πάντων θρυλουμένην εἰρήνην πρεσβεύσαντα, ἵππου μὲν δρόμον ἡμέρας πεζῇ μὴ καταβαίνειν ἐπὶ τὴν θάλατταν βασιλέα, ἐντὸς δὲ Χελιδονίων καὶ Κυανέων πλοίῳ μακρῷ μὴ πλεῖν, ὅτι δῶρα λαβεῖν ἔδοξε πρεσβεύσας, μικροῦ μὲν ἀπέκτειναν, ἐν δὲ ταῖς εὐθύναις πεντήκοντʼ ἐπράξαντο τάλαντα. 19.274καίτοι καλλίω ταύτης εἰρήνην οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς ἂν εἰπεῖν ἔχοι πεποιημένην τὴν πόλιν. ἀλλʼ οὐ τοῦτʼ ἐσκόπουν. τούτου μὲν γὰρ ἡγοῦντο τὴν αὑτῶν ἀρετὴν καὶ τὴν τῆς πόλεως δόξαν αἰτίαν εἶναι, τοῦ δὲ προῖκʼ μὴ τὸν τρόπον τοῦ πρεσβευτοῦ· τοῦτον οὖν δίκαιον ἠξίουν παρέχεσθαι καὶ ἀδωροδόκητον τὸν προσιόντα τοῖς κοινοῖς. 19.275ἐκεῖνοι μὲν τοίνυν οὕτως ἐχθρὸν ἡγοῦντο τὸ δωροδοκεῖν καὶ ἀλυσιτελὲς τῇ πόλει, ὥστε μήτʼ ἐπὶ πράξεως μηδεμιᾶς μήτʼ ἐπʼ ἀνδρὸς ἐᾶν γίγνεσθαι· ὑμεῖς δʼ, ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν εἰρήνην ἑορακότες τὰ μὲν τῶν συμμάχων τῶν ὑμετέρων τείχη καθῃρηκυῖαν, τὰς δὲ τῶν πρέσβεων οἰκίας οἰκοδομοῦσαν, καὶ τὰ μὲν τῆς πόλεως κτήματʼ ἀφῃρημένην, τούτοις δʼ μηδʼ ὄναρ ἤλπισαν πώποτε κτησαμένην, οὐκ αὐτοὶ τούτους ἀπεκτείνατε, ἀλλὰ κατηγόρου προσδεῖσθε, καὶ λόγῳ κρίνεθʼ ὧν ἔργῳ τἀδικήματα πάντες ὁρῶσιν.

19.276οὐ τοίνυν τὰ παλαίʼ ἄν τις ἔχοι μόνον εἰπεῖν καὶ διὰ τούτων τῶν παραδειγμάτων ὑμᾶς ἐπὶ τιμωρίαν παρακαλέσαι· ἀλλʼ ἐφʼ ὑμῶν τουτωνὶ τῶν ἔτι ζώντων ἀνθρώπων πολλοὶ δίκην δεδώκασιν, ὧν ἐγὼ τοὺς μὲν ἄλλους παραλείψω, τῶν δʼ ἐκ πρεσβείας, πολὺ ταύτης ἐλάττω κακὰ τὴν πόλιν εἴργασται, θανάτῳ ζημιωθέντων ἑνὸς δυοῖν ἐπιμνησθήσομαι. καί μοι λέγε τουτὶ τὸ ψήφισμα λαβών.Ψήφισμα

19.277κατὰ τουτὶ τὸ ψήφισμʼ, ἄνδρες Ἀθηναῖοι, τῶν πρέσβεων ἐκείνων ὑμεῖς θάνατον κατέγνωτε, ὧν εἷς ἦν Ἐπικράτης, ἀνήρ, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, σπουδαῖος καὶ πολλὰ χρήσιμος τῇ πόλει, καὶ τῶν ἐκ Πειραιῶς καταγαγόντων τὸν δῆμον καὶ ἄλλως δημοτικός. ἀλλʼ ὅμως οὐδὲν αὐτὸν ὠφέλησε τούτων, δικαίως· οὐ γὰρ ἐφʼ ἡμισείᾳ χρηστὸν εἶναι δεῖ τὸν τὰ τηλικαῦτα διοικεῖν ἀξιοῦντα, οὐδὲ τὸ πιστευθῆναι προλαβόντα παρʼ ὑμῶν εἰς τὸ μείζω δύνασθαι κακουργεῖν καταχρῆσθαι, ἀλλʼ ἁπλῶς μηδὲν ὑμᾶς ἀδικεῖν ἑκόντα. 19.278εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφʼ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμʼ ἀποκτείνατʼ ἤδη. σκοπεῖτε γάρ. “ἐπειδὴ παρὰ τὰ γράμματαφησὶνἐπρέσβευσαν ἐκεῖνοι.” καὶ τοῦτʼ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δʼ οὐ παρὰ τὰ γράμματα; οὐ τὸ μὲν ψήφισμαἈθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις,” οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν; οὐ τὸ μὲν ψήφισματοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν,” οὗτοι δʼ, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν; οὐ τὸ μὲν ψήφισμαοὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ,” οὗτοι δʼ οὐδὲν ἐπαύσαντʼ ἰδίᾳ χρηματίζοντες; 19.279καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες.” οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ; τοῦτο γάρ ἐστι τὸ λαμπρόν· ὑπʼ αὐτῶν τῶν πραγμάτων· οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. “οὐδʼ ἐπιστέλλοντεςφησὶτἀληθῆ.” οὐκοῦν οὐδʼ οὗτοι. “καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες.” ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες· πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρʼ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δʼ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν. 19.280τί οὖν, ἄνδρες Ἀθηναῖοι; τούτων οὕτως ἐχόντων, ὑμεῖς <ἐξ> ἐκείνων τῶν ἀνδρῶν ὄντες, οἱ δὲ καὶ τινὲς αὐτῶν ἔτι ζῶντες, ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου καὶ τὸν ἐκ Πειραιῶς, Ἐπικράτην, ἐκπεσεῖν καὶ κολασθῆναι; καὶ πάλιν πρώην Θρασύβουλον ἐκεῖνον τὸν Θρασυβούλου τοῦ δημοτικοῦ καὶ τοῦ ἀπὸ Φυλῆς καταγαγόντος τὸν δῆμον, τάλαντα δέκʼ ὠφληκέναι, καὶ τὸν ἀφʼ Ἁρμοδίου καὶ τῶν τὰ μέγιστʼ ἀγάθʼ ὑμᾶς εἰργασμένων, οὓς νόμῳ διὰ τὰς εὐεργεσίας ἃς ὑπῆρξαν εἰς ὑμᾶς ἐν ἅπασι τοῖς ἱεροῖς ἐπὶ ταῖς θυσίαις σπονδῶν καὶ κρατήρων κοινωνοὺς πεποίησθε, καὶ ᾄδετε καὶ τιμᾶτʼ ἐξ ἴσου τοῖς ἥρωσι καὶ τοῖς θεοῖς, 19.281τούτους μὲν πάντας τὴν ἐκ τῶν νόμων δίκην ὑπεσχηκέναι, καὶ μήτε συγγνώμην μήτʼ ἔλεον μήτε παιδία κλάονθʼ ὁμώνυμα τῶν εὐεργετῶν μήτʼ ἄλλο μηδὲν αὐτοὺς ὠφεληκέναι· τὸν δʼ Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυκοθέας τῆς τοὺς θιάσους συναγούσης, ἐφʼ οἷς ἑτέρα τέθνηκεν ἱέρεια, τοῦτον ὑμεῖς λαβόντες, τὸν τῶν τοιούτων, τὸν οὐδὲ καθʼ ἓν χρήσιμον τῇ πόλει, οὐκ αὐτόν, οὐ πατέρα, οὐκ ἄλλον οὐδένα τῶν τούτου, ἀφήσετε; 19.282ποῖος γὰρ ἵππος, ποία τριήρης, ποία στρατεία, τίς χορός, τίς λῃτουργία, τίς εἰσφορά, τίς εὔνοια, ποῖος κίνδυνος, τί τούτων ἐν παντὶ τῷ χρόνῳ γέγονεν παρὰ τούτων τῇ πόλει; καίτοι κἂν εἰ ταῦτα πάνθʼ ὑπῆρχεν, ἐκεῖνα δὲ μὴ προσῆν, δικαίως καὶ προῖκα πεπρεσβευκέναι, ἀπολωλέναι δήπου προσῆκεν αὐτῷ. εἰ δὲ μήτε ταῦτα μήτʼ ἐκεῖνα, οὐ τιμωρήσεσθε; 19.283οὐκ ἀναμνησθήσεσθʼ ὧν κατηγορῶν ἔλεγεν Τιμάρχου, ὡς οὐδέν ἐστʼ ὄφελος πόλεως ἥτις μὴ νεῦρʼ ἐπὶ τοὺς ἀδικοῦντας ἔχει, οὐδὲ πολιτείας ἐν συγγνώμη καὶ παραγγελία τῶν νόμων μεῖζον ἰσχύουσιν· οὐδʼ ἐλεεῖν ὑμᾶς οὔτε τὴν μητέρα δεῖν τὴν Τιμάρχου, γραῦν γυναῖκα, οὔτε τὰ παιδίʼ οὔτʼ ἄλλον οὐδένα, ἀλλʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι, εἰ προήσεσθε τὰ τῶν νόμων καὶ τῆς πολιτείας, οὐχ εὑρήσετε τοὺς ὑμᾶς αὐτοὺς ἐλεήσοντας. 19.284ἀλλʼ μὲν ταλαίπωρος ἄνθρωπος ἠτιμώσεται, ὅτι τοῦτον εἶδεν ἀδικοῦντα, τούτῳ δʼ ἀθῴῳ δώσετʼ εἶναι; διὰ τί; εἰ γὰρ παρὰ τῶν εἰς ἑαυτοὺς ἐξαμαρτόντων τηλικαύτην ἠξίωσε δίκην Αἰσχίνης λαβεῖν, παρὰ τῶν εἰς τὰ τῆς πόλεως τηλικαῦθʼ ἡμαρτηκότων, ὧν εἷς οὗτος ὢν ἐξελέγχεται, πηλίκην ὑμᾶς προσήκει λαβεῖν τοὺς ὀμωμοκότας καὶ δικάζοντας; 19.285νὴ Δίʼ, οἱ νέοι γὰρ ἡμῖν διʼ ἐκεῖνον ἔσονται τὸν ἀγῶνα βελτίους. οὐκοῦν καὶ διὰ τόνδʼ οἱ πολιτευόμενοι, διʼ ὧν τὰ μέγιστα κινδυνεύεται τῇ πόλει· προσήκει δὲ καὶ τούτων φροντίζειν. ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ τοῦτον ἀπώλεσεν, τὸν Τίμαρχον, οὐ μὰ Δίʼ οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν (εἰσὶ γάρ, ἄνδρες Ἀθηναῖοι, καὶ νῦν σώφρονες· μὴ γὰρ οὕτω γένοιτο κακῶς τῇ πόλει ὥστʼ Ἀφοβήτου καὶ Αἰσχίνου σωφρονιστῶν δεηθῆναι τοὺς νεωτέρους), 19.286ἀλλʼ ὅτι βουλεύων ἔγραψεν, ἄν τις ὡς Φίλιππον ὅπλʼ ἄγων ἁλῷ σκεύη τριηρικά, θάνατον εἶναι τὴν ζημίαν· σημεῖον δέ· πόσον γὰρ ἐδημηγόρει χρόνον Τίμαρχος; πολύν. οὐκοῦν τοῦτον ἦν Αἰσχίνης ἅπαντʼ ἐν τῇ πόλει, καὶ οὐδεπώποτʼ ἠγανάκτησεν οὐδὲ δεινὸν ἡγήσατʼ εἶναι τὸ πρᾶγμα, εἰ τοιοῦτος λέγει, ἕως εἰς Μακεδονίαν ἐλθὼν ἑαυτὸν ἐμίσθωσεν· λέγε δή μοι τὸ ψήφισμα λαβὼν αὐτὸ τὸ τοῦ Τιμάρχου.Ψήφισμα

19.287 μὲν τοίνυν ὑπὲρ ὑμῶν γράψας μὴ ἄγειν ἐν τῷ πολέμῳ πρὸς Φίλιππον ὅπλα, εἰ δὲ μή, θανάτῳ ζημιοῦσθαι, ἀπόλωλε καὶ ὕβρισται· δὲ καὶ τὰ τῶν ὑμετέρων συμμάχων ὅπλʼ ἐκείνῳ παραδοὺς οὑτοσὶ κατηγόρει, καὶ περὶ πορνείας ἔλεγεν, γῆ καὶ θεοί, δυοῖν μὲν κηδεσταῖν παρεστηκότοιν, οὓς ἰδόντες ἂν ὑμεῖς ἀνακράγοιτε, Νικίου τε τοῦ βδελυροῦ, ὃς ἑαυτὸν ἐμίσθωσεν εἰς Αἴγυπτον Χαβρίᾳ, καὶ τοῦ καταράτου Κυρηβίωνος, ὃς ἐν ταῖς πομπαῖς ἄνευ τοῦ προσώπου κωμάζει. καὶ τί ταῦτα; ἀλλὰ τὸν ἀδελφὸν ὁρῶν Ἀφόβητον. ἀλλὰ δῆτʼ ἄνω ποταμῶν ἐκείνῃ τῇ ἡμέρᾳ πάντες οἱ περὶ πορνείας ἐρρύησαν λόγοι.

19.288καὶ μὴν εἰς ὅσην ἀτιμίαν τὴν πόλιν ἡμῶν τούτου πονηρία καὶ ψευδολογία καταστήσασʼ ἔχει, πάντα τἄλλʼ ἀφείς, πάντες ὑμεῖς ἴστʼ ἐρῶ. πρότερον μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, τί παρʼ ὑμῖν ἐψήφισται, τοῦτʼ ἐπετήρουν οἱ ἄλλοι πάντες Ἕλληνες· νῦν δʼ ἤδη περιερχόμεθʼ ἡμεῖς τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες, καὶ ὠτακουστοῦντες τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων, ποῖ πάρεισι Φίλιππος, ζῇ τέθνηκεν. 19.289οὐ τοιαῦτα ποιοῦμεν; ἐγὼ δʼ οὐ δέδοικʼ εἰ Φίλιππος ζῇ, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι. οὐδὲ φοβεῖ με Φίλιππος, ἂν τὰ παρʼ ὑμῶν ὑγιαίνῃ, ἀλλʼ εἰ παρʼ ὑμῖν ἄδεια γενήσεται τοῖς παρʼ ἐκείνου μισθαρνεῖν βουλομένοις, καὶ συνεροῦσί τινες τούτοις τῶν ὑφʼ ὑμῶν πεπιστευμένων, καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἀρνούμενοι μὴ πράττειν ὑπὲρ Φιλίππου νῦν ἀναβήσονται, ταῦτα φοβεῖ με. 19.290τί γὰρ δή ποτʼ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδʼ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημʼ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδʼ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί; εἶθʼ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις, 19.291ὑπὲρ Αἰσχίνου δʼ ἀναβήσει, ὅς, ἡνίκʼ ἔκρινεν Ἀριστοφῶν Φιλόνικον καὶ διʼ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετʼ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο; ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματʼ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, χειροτονεῖν συνεῖπε μὲν οὗτος, ἔγραψε δʼ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντʼ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην, 19.292οὗτοι δὲ τοῖς μετὰ ταῦτʼ ἀδικήμασι πάντʼ ἀπολωλέκασι, τηνικαῦτα διήλλαξαι; καὶ ἐν μὲν τῷ δήμῳ κατηρῶ Φιλίππῳ καὶ κατὰ τῶν παίδων ὤμνυες μὴν ἀπολωλέναι Φίλιππον ἂν βούλεσθαι· νῦν δὲ βοηθήσεις τούτῳ; πῶς οὖν ἀπολεῖται, ὅταν τοὺς παρʼ ἐκείνου δωροδοκοῦντας σὺ σῴζῃς; 19.293τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλʼ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρʼ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς· τοὺς δʼ ἔχοντας, ὁμολογοῦντας, ἐξελεγχομένους ἐπʼ αὐτοφώρῳ ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας, τούτους οὐ κρίνεις, ἀλλὰ καὶ σῴζειν κελεύεις; 19.294καὶ μὴν ὅτι ταῦτα μέν ἐστιν φοβερὰ καὶ προνοίας καὶ φυλακῆς πολλῆς δεόμενα, ἐφʼ οἷς δʼ ἐκείνους σὺ ἔκρινες, γέλως, ἐκείνως ὄψεσθε. ἦσαν ἐν Ἤλιδι κλέπτοντες τὰ κοινά τινες; καὶ μάλʼ εἰκός γε. ἔστιν οὖν ὅστις μετέσχεν αὐτόθι νῦν τούτων τοῦ καταλῦσαι τὸν δῆμον; οὐδὲ εἷς. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ μὲν οἴομαι. ἆρʼ οὖν διὰ τούτους ἀπώλετʼ Ὄλυνθος; οὔ. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ παρεκλέγοντα τὰ κοινά; ἀνάγκη. καὶ πέφηνέ τις αἴτιος αὐτόθι νῦν τούτων τῶν συμβεβηκότων πραγμάτων; οὐδὲ εἷς. 19.295ἀλλὰ ποῖοί τινες οἱ τὰ τηλικαῦτα καὶ τοιαῦτʼ ἀδικοῦντες; οἱ νομίζοντες αὑτοὺς ἀξιόχρεως εἶναι τοῦ Φιλίππου ξένοι καὶ φίλοι προσαγορεύεσθαι, οἱ στρατηγιῶντες καὶ προστασίας ἀξιούμενοι, οἱ μείζους τῶν πολλῶν οἰόμενοι δεῖν εἶναι. οὐ Πέριλλος ἐκρίνετʼ ἔναγχος ἐν Μεγάροις ἐν τοῖς τριακοσίοις, ὅτι πρὸς Φίλιππον ἀφίκετο, καὶ παρελθὼν Πτοιόδωρος αὐτὸν ἐξῃτήσατο, καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ πρῶτος Μεγαρέων, καὶ πάλιν ὡς Φίλιππον ἐξέπεμψε, καὶ μετὰ ταῦθʼ μὲν ἧκεν ἄγων τοὺς ξένους, δʼ ἔνδον ἐτύρευε; τοιαῦτα. 19.296οὐ γὰρ ἔστιν, οὐκ ἔσθʼ τι τῶν πάντων μᾶλλον εὐλαβεῖσθαι δεῖ τὸ μείζω τινὰ τῶν πολλῶν ἐᾶν γίγνεσθαι. μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ἂν δεῖνα βούληται, ἀλλʼ ὃν ἂν τὰ πεπραγμένα σῴζῃ καὶ τοὐναντίον, τούτῳ τῆς προσηκούσης ψήφου παρʼ ὑμῶν ὑπαρχέτω τυγχάνειν· τοῦτο γάρ ἐστι δημοτικόν. 19.297ἔτι τοίνυν πολλοὶ παρʼ ὑμῖν ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί, Καλλίστρατος, αὖθις Ἀριστοφῶν, Διόφαντος, τούτων ἕτεροι πρότερον. ἀλλὰ ποῦ τούτων ἕκαστος ἐπρώτευεν; ἐν τῷ δήμῳ· ἐν δὲ τοῖς δικαστηρίοις οὐδείς πω μέχρι τῆς τήμερον ἡμέρας ὑμῶν οὐδὲ τῶν νόμων οὐδὲ τῶν ὅρκων κρείττων γέγονεν. μὴ τοίνυν μηδὲ νῦν τοῦτον ἐάσητε. ὅτι γὰρ ταῦτα φυλάττοισθʼ ἂν εἰκότως μᾶλλον πιστεύοιτε, τῶν θεῶν ὑμῖν μαντείαν ἀναγνώσομαι, οἵπερ ἀεὶ σῴζουσι τὴν πόλιν πολλῷ τῶν προεστηκότων μᾶλλον. λέγε τὰς μαντείας.Μαντεῖαι

19.298ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, τῶν θεῶν οἷʼ ὑμῖν προλέγουσιν. εἰ μὲν τοίνυν πολεμούντων ὑμῶν ταῦτʼ ἀνῃρήκασι, τοὺς στρατηγοὺς λέγουσι φυλάττεσθαι· πολέμου γάρ εἰσιν ἡγεμόνες οἱ στρατηγοί· εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας· οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθʼ ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. “καὶ τὴν πόλιν συνέχειν φησὶν ἐν τῇ μαντείᾳ, ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες καὶ μὴ τοῖς ἐχθροῖς ἡδονὴν ποιῶσι.” 19.299πότερʼ οὖν οἴεσθʼ ἄν, ἄνδρες Ἀθηναῖοι, τὸν τοσαῦτα κάκʼ εἰργασμένον σωθέντα, δίκην δόντα, ἡδονὴν Φιλίππῳ ποιῆσαι; ἐγὼ μὲν οἴομαι σωθέντα. φησὶ δέ γʼ μαντεία δεῖν ὅπως ἂν μὴ χαίρωσιν οἱ ἐχθροὶ ποιεῖν. ἅπασι τοίνυν μιᾷ γνώμῃ παρακελεύεται κολάζειν τοὺς ὑπηρετηκότας τι τοῖς ἐχθροῖς Ζεύς, Διώνη, πάντες οἱ θεοί. ἔξωθεν οἱ ἐπιβουλεύοντες, ἔνδοθεν οἱ συμπράττοντες. οὐκοῦν τῶν ἐπιβουλευόντων μὲν ἔργον διδόναι, τῶν συμπραττόντων δὲ λαμβάνειν καὶ τοὺς εἰληφότας ἐκσῴζειν.

19.300ἔτι τοίνυν κἂν ἀπʼ ἀνθρωπίνου λογισμοῦ τοῦτʼ ἴδοι τις, ὅτι πάντων ἐχθρότατον καὶ φοβερώτατον τὸ τὸν προεστηκότʼ ἐᾶν οἰκεῖον γίγνεσθαι τοῖς μὴ τῶν αὐτῶν ἐπιθυμοῦσι τῷ δήμῳ. τίσι γὰρ τῶν πραγμάτων ἐγκρατὴς γέγονεν Φίλιππος ἁπάντων, καὶ τίσιν τὰ μέγιστα κατείργασται τῶν πεπραγμένων, σκέψασθε. τῷ παρὰ τῶν πωλούντων τὰς πράξεις ὠνεῖσθαι, τῷ τοὺς προεστηκότας ἐν ταῖς πόλεσιν διαφθείρειν καὶ ἐπαίρειν, τούτοις. 19.301ταῦτα τοίνυν ἐφʼ ὑμῖν ἐστιν ἀμφότερα, ἐὰν βούλησθε, ἀχρεῖα ποιῆσαι τήμερον, ἂν τῶν μὲν μὴ ʼθέλητʼ ἀκούειν τοῖς τοιούτοις συνηγορούντων, ἀλλʼ ἐπιδείξητʼ ἀκύρους ὄντας ὑμῶν (νῦν γάρ φασιν εἶναι κύριοι), τὸν δὲ πεπρακόθʼ ἑαυτὸν κολάσητε, καὶ τοῦθʼ ἅπαντες ἴδωσιν. 19.302παντὶ μὲν γὰρ εἰκότως ἂν ὀργισθείητʼ, ἄνδρες Ἀθηναῖοι, τοιαῦτα πεποιηκότι καὶ προδεδωκότι συμμάχους καὶ φίλους καὶ καιρούς, μεθʼ ὧν καλῶς κακῶς ἑκάστοις ἔχει τὰ πάντα, οὐ μὴν οὐδενὶ μᾶλλον οὐδὲ δικαιότερον τούτῳ. ὃς γὰρ ἑαυτὸν τάξας τῶν ἀπιστούντων εἶναι Φιλίππῳ, καὶ μόνος καὶ πρῶτος ἰδὼν ὅτι κοινὸς ἐχθρὸς ἐκεῖνός ἐστιν ἁπάντων τῶν Ἑλλήνων, ηὐτομόλησε καὶ προὔδωκε καὶ γέγονεν ἐξαίφνης ὑπὲρ Φιλίππου, πῶς οὐ πολλάκις οὗτος ἄξιός ἐστʼ ἀπολωλέναι; 19.303ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτως ἔχει, αὐτὸς οὐχ οἷός τʼ ἀντειπεῖν ἔσται. τίς γάρ ἐσθʼ τὸν Ἴσχανδρον προσάγων ὑμῖν τὸ κατʼ ἀρχάς, ὃν παρὰ τῶν ἐν Ἀρκαδίᾳ φίλων τῇ πόλει δεῦρʼ ἥκειν ἔφη; τίς συσκευάζεσθαι τὴν Ἑλλάδα καὶ Πελοπόννησον Φίλιππον βοῶν, ὑμᾶς δὲ καθεύδειν; τίς τοὺς μακροὺς καὶ καλοὺς λόγους ἐκείνους δημηγορῶν, καὶ τὸ Μιλτιάδου καὶ <τὸ> Θεμιστοκλέους ψήφισμʼ ἀναγιγνώσκων καὶ τὸν ἐν τῷ τῆς Ἀγλαύρου τῶν ἐφήβων ὅρκον; 19.304οὐχ οὗτος; τίς πείσας ὑμᾶς μόνον οὐκ ἐπὶ τὴν ἐρυθρὰν θάλατταν πρεσβείας πέμπειν, ὡς ἐπιβουλευομένης μὲν ὑπὸ Φιλίππου τῆς Ἑλλάδος, ὑμῖν δὲ προσῆκον προορᾶν ταῦτα καὶ μὴ προΐεσθαι τὰ τῶν Ἑλλήνων; οὐχ μὲν γράφων τὸ ψήφισμʼ Εὔβουλος ἦν, δὲ πρεσβεύων εἰς Πελοπόννησον Αἰσχίνης οὑτοσί; ἐλθὼν δʼ ἐκεῖσε ἅττα μέν ποτε διελέχθη καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰδείη, δʼ ἀπήγγειλε πρὸς ὑμᾶς, ὑμεῖς οἶδʼ ὅτι μέμνησθε πάντες. 19.305βάρβαρόν τε γὰρ πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον ἀποκαλῶν ἐδημηγόρει, καὶ τοὺς Ἀρκάδας ὑμῖν ἀπήγγελλεν ὡς ἔχαιρον, εἰ προσέχει τοῖς πράγμασιν ἤδη καὶ ἐγείρεται τῶν Ἀθηναίων πόλις. δὲ πάντων μάλιστʼ ἀγανακτῆσαι ἔφη· συντυχεῖν γὰρ ἀπιὼν Ἀτρεστίδᾳ παρὰ Φιλίππου πορευομένῳ, καὶ μετʼ αὐτοῦ γύναια καὶ παιδάριʼ ὡς τριάκοντα βαδίζειν, αὐτὸς δὲ θαυμάσας ἐρέσθαι τινὰ τῶν ὁδοιπόρων τίς ἅνθρωπός ἐστι καὶ τίς ὄχλος μετʼ αὐτοῦ, 19.306ἐπειδὴ δʼ ἀκοῦσαι ὅτι Ἀτρεστίδας παρὰ Φιλίππου τῶν Ὀλυνθίων αἰχμάλωτα δωρειὰν ταῦτʼ ἔχων ἀπέρχεται, δεινὸν αὐτῷ τι δόξαι καὶ δακρῦσαι καὶ ὀδύρασθαι τὴν Ἑλλάδα, ὡς κακῶς διάκειται, τοιαῦτα πάθη περιορᾷ γιγνόμενα. καὶ συνεβούλευεν ὑμῖν πέμπειν τινὰς εἰς Ἀρκαδίαν, οἵτινες κατηγορήσουσι τῶν τὰ Φιλίππου πραττόντων· ἀκούειν γὰρ ἔφη τῶν φίλων, ὡς ἐὰν ἐπιστροφὴν πόλις ποιήσηται καὶ πρέσβεις πέμψῃ, δίκην ἐκεῖνοι δώσουσιν. 19.307ταῦτα μὲν τοίνυν τότε καὶ μάλʼ, ἄνδρες Ἀθηναῖοι, καλὰ καὶ τῆς πόλεως ἄξιʼ ἐδημηγόρει. ἐπειδὴ δʼ ἀφίκετʼ εἰς Μακεδονίαν καὶ τὸν ἐχθρὸν εἶδε τὸν αὑτοῦ καὶ τῶν Ἑλλήνων, τὸν Φίλιππον, ἆρά γʼ ὅμοιʼ παραπλήσια τούτοις; πολλοῦ γε καὶ δεῖ, ἀλλὰ μήτε τῶν προγόνων μεμνῆσθαι μήτε τρόπαια λέγειν μήτε βοηθεῖν μηδενί, τῶν τε κελευόντων μετὰ τῶν Ἑλλήνων περὶ τῆς πρὸς Φίλιππον εἰρήνης βουλεύεσθαι θαυμάζειν, εἰ περὶ τῶν ὑμετέρων ἰδίων ἄλλον τινὰ δεῖ πεισθῆναι· 19.308εἶναί τε τὸν Φίλιππον αὐτόν, Ἡράκλεις, Ἑλληνικώτατον ἀνθρώπων, δεινότατον λέγειν, φιλαθηναιότατον· οὕτω δʼ ἀτόπους τινὰς ἐν τῇ πόλει καὶ δυσχερεῖς ἀνθρώπους εἶναι ὥστʼ οὐκ αἰσχύνεσθαι λοιδορουμένους αὐτῷ καὶ βάρβαρον αὐτὸν ἀποκαλοῦντας. ἔστιν οὖν ὅπως ταῦτʼ ἄν, ἐκεῖνα προειρηκώς, αὐτὸς ἀνὴρ μὴ διαφθαρεὶς ἐτόλμησεν εἰπεῖν; τί δʼ; 19.309ἔσθʼ ὅστις ἂν τὸν Ἀτρεστίδαν τότε μισήσας διὰ τοὺς τῶν Ὀλυνθίων παῖδας καὶ γύναια, ταὐτὰ Φιλοκράτει νῦν πράττειν ὑπέμεινεν, ὃς γυναῖκας ἐλευθέρας τῶν Ὀλυνθίων ἤγαγε δεῦρʼ ἐφʼ ὕβρει, καὶ οὕτως ἐπὶ τῷ βδελυρῶς βεβιωκέναι γιγνώσκεται ὥστε μηδὲν ἔμʼ αἰσχρὸν εἰπεῖν νυνὶ περὶ αὐτοῦ δεῖν μηδὲ δυσχερές, ἀλλὰ τοσοῦτον εἰπόντος μόνον, ὅτι Φιλοκράτης γυναῖκας ἤγαγε, πάντας ὑμᾶς εἰδέναι καὶ τοὺς περιεστηκότας τὰ μετὰ ταῦτα, καὶ ἐλεεῖν εὖ οἶδʼ ὅτι τὰς ἀτυχεῖς καὶ ταλαιπώρους ἀνθρώπους, ἃς οὐκ ἠλέησεν Αἰσχίνης, οὐδʼ ἐδάκρυσεν ἐπὶ ταύταις τὴν Ἑλλάδα, εἰ παρὰ τοῖς συμμάχοις ὑπὸ τῶν πρέσβεων ὑβρίζονται. 19.310ἀλλʼ ὑπὲρ αὑτοῦ κλαήσει τοῦ τὰ τοιαῦτα πεπρεσβευκότος, καὶ τὰ παιδίʼ ἴσως παράξει κἀναβιβᾶται. ὑμεῖς δʼ ἐνθυμεῖσθʼ, ἄνδρες δικασταί, πρὸς μὲν τὰ τούτου παιδία, ὅτι πολλῶν συμμάχων ὑμετέρων καὶ φίλων παῖδες ἀλῶνται καὶ πτωχοὶ περιέρχονται δεινὰ πεπονθότες διὰ τοῦτον, οὓς ἐλεεῖν πολλῷ μᾶλλον ὑμῖν ἄξιον τοὺς τοῦ ἠδικηκότος καὶ προδότου πατρός, καὶ ὅτι τοὺς ὑμετέρους παῖδας οὗτοι, “καὶ τοῖς ἐκγόνοιςπροσγράψαντες <εἰς> τὴν εἰρήνην, καὶ τῶν ἐλπίδων ἀπεστερήκασι· πρὸς δὲ τὰ αὐτοῦ τούτου δάκρυα, ὅτι νῦν ἔχετʼ ἄνθρωπον, ὃς εἰς Ἀρκαδίαν ἐκέλευεν ἐπὶ τοὺς ὑπὲρ Φιλίππου πράττοντας πέμπειν τοὺς κατηγορήσοντας. 19.311νῦν τοίνυν ὑμᾶς οὐκ εἰς Πελοπόννησον δεῖ πρεσβείαν πέμπειν, οὐδʼ ὁδὸν μακρὰν βαδίσαι, οὐδʼ ἐφόδιʼ ἀναλίσκειν, ἀλλʼ ἄχρι τοῦ βήματος ἐνταυθὶ προσελθόνθʼ ἕκαστον ὑμῶν τὴν ὁσίαν καὶ δικαίαν ψῆφον ὑπὲρ τῆς πατρίδος θέσθαι κατʼ ἀνδρός, ὅς, γῆ καὶ θεοί, ἐκεῖνʼ διεξῆλθον ἐν ἀρχῇ δεδημηγορηκώς, τὸν Μαραθῶνα, τὴν Σαλαμῖνα, τὰς μάχας, τὰ τρόπαια, ἐξαίφνης ὡς ἐπέβη Μακεδονίας, πάντα τἀναντία τούτοις, μὴ προγόνων μεμνῆσθαι, μὴ τρόπαια λέγειν, μὴ βοηθεῖν μηδενί, μὴ κοινῇ μετὰ τῶν Ἑλλήνων βουλεύεσθαι, μόνον οὐ καθελεῖν τὰ τείχη. 19.312καίτοι τούτων αἰσχίους λόγοι οὐδένες πώποτʼ ἐν τῷ παντὶ χρόνῳ γεγόνασι παρʼ ὑμῖν. τίς γάρ ἐστιν Ἑλλήνων βαρβάρων οὕτω σκαιὸς ἀνήκοος σφόδρα μισῶν τὴν πόλιν τὴν ἡμετέραν, ὅστις, εἴ τις ἔροιτο, “εἰπέ μοι, τῆς νῦν οὔσης Ἑλλάδος ταυτησὶ καὶ οἰκουμένης ἔσθʼ τι ταύτην ἂν τὴν προσηγορίαν εἶχεν ᾠκεῖθʼ ὑπὸ τῶν νῦν ἐχόντων Ἑλλήνων, εἰ μὴ τὰς ἀρετὰς ὑπὲρ αὐτῶν ἐκείνας οἱ Μαραθῶνι κἀν Σαλαμῖνι παρέσχοντο, οἱ ἡμέτεροι πρόγονοι;” οὐδʼ ἂν εἷς εὖ οἶδʼ ὅτι φήσειεν, ἀλλὰ πάντα ταῦθʼ ὑπὸ τῶν βαρβάρων ἂν ἑαλωκέναι. 19.313εἶθʼ οὓς μηδὲ τῶν ἐχθρῶν μηδεὶς ἂν τούτων τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων ἀποστερήσειε, τούτων Αἰσχίνης ὑμᾶς οὐκ ἐᾷ μεμνῆσθαι, τοὺς ἐξ ἐκείνων, ἵνʼ αὐτὸς ἀργύριον λάβῃ; καὶ μὴν τῶν μὲν ἄλλων ἀγαθῶν οὐ μέτεστι τοῖς τεθνεῶσιν, οἱ δʼ ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινοι τῶν οὕτω τετελευτηκότων ἴδιον κτῆμʼ εἰσίν· οὐδὲ γὰρ φθόνος αὐτοῖς ἔτι τηνικαῦτʼ ἐναντιοῦται. ὧν ἀποστερῶν ἐκείνους οὗτος, αὐτὸς ἂν τῆς ἐπιτιμίας δικαίως νῦν στερηθείη, καὶ ταύτην ὑπὲρ τῶν προγόνων ὑμεῖς δίκην λάβοιτε παρʼ αὐτοῦ. τοιούτοις μέντοι λόγοις, κακὴ κεφαλή, σὺ τὰ τῶν προγόνων ἔργα συλήσας καὶ διασύρας, τῷ λόγῳ πάντα τὰ πράγματʼ ἀπώλεσας. 19.314εἶτα γεωργεῖς ἐκ τούτων καὶ σεμνὸς γέγονας. καὶ γὰρ τοῦτο. πρὸ μὲν τοῦ πάντα κάκʼ εἰργάσθαι τὴν πόλιν ὡμολόγει γεγραμματευκέναι καὶ χάριν ὑμῖν ἔχειν τοῦ χειροτονηθῆναι, καὶ μέτριον παρεῖχεν ἑαυτόν· ἐπειδὴ δὲ μυρίʼ εἴργασται κακά, τὰς ὀφρῦς ἀνέσπακε, κἂν γεγραμματευκὼς Αἰσχίνηςεἴπῃ τις, ἐχθρὸς εὐθέως καὶ κακῶς φησιν ἀκηκοέναι, καὶ διὰ τῆς ἀγορᾶς πορεύεται θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν, ἴσα βαίνων Πυθοκλεῖ, τὰς γνάθους φυσῶν, τῶν Φιλίππου ξένων καὶ φίλων εἷς οὗτος ὑμῖν ἤδη, τῶν ἀπαλλαγῆναι τοῦ δήμου βουλομένων καὶ κλύδωνα καὶ μανίαν τὰ καθεστηκότα πράγμαθʼ ἡγουμένων, τέως προσκυνῶν τὴν θόλον.

19.315βούλομαι τοίνυν ὑμῖν ἐπανελθεῖν ἐπὶ κεφαλαίων ὃν τρόπον ὑμᾶς κατεπολιτεύσατο Φίλιππος προσλαβὼν τούτους τοὺς θεοῖς ἐχθρούς. πάνυ δʼ ἄξιον ἐξετάσαι καὶ θεάσασθαι τὴν ἀπάτην ὅλην. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς τῆς εἰρήνης ἐπιθυμῶν, διαφορουμένης αὐτοῦ τῆς χώρας ὑπὸ τῶν λῃστῶν καὶ κεκλειμένων τῶν ἐμπορίων, ὥστʼ ἀνόνητον ἐκεῖνον ἁπάντων εἶναι τῶν ἀγαθῶν, τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐκείνους ἀπέστειλεν ὑπὲρ αὑτοῦ, τὸν Νεοπτόλεμον, τὸν Ἀριστόδημον, τὸν Κτησιφῶντα· 19.316ἐπειδὴ δʼ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων ἡμῶν πράττειν περιέσται, συνέγραψε δʼ ἐπιστολὴν ὡς ὑμᾶς, μάλιστʼ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν. 19.317ἦν δʼ οὐδὲν μᾶλλον μέγʼ αὐτῷ καθʼ ὑμῶν οὐδʼ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δʼ οὐκ ἦν εὔπορον· συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστʼ μηδὲν ὧν ἐβούλετʼ εἶναι διαπράξασθαι, ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας Ἕλληνας καὶ βαρβάρους ποιήσασθαι. 19.318εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθʼ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν· εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατʼ ἄν· εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο. 19.319καὶ τοῦτʼ οὐ παρʼ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλʼ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος· ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντʼ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθʼ Ἕλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν διεπράξαθʼ ὧν ἐβουλήθη τι παρελθών, ἀλλʼ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη. 19.320ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθʼ ὅτι νῦν, ἡνίκʼ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπʼ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθʼ ὑμεῖς, οὐδʼ, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτʼ ἐπιορκεῖν δόξας πάνθʼ βούλομαι διαπράξωμαι; πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτʼ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ. 19.321ἐντεῦθεν οἱ μὲν παρʼ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δʼ ἐκδεχόμενοι τοιαῦτʼ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε. 19.322τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρʼ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφʼ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵνʼ, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθʼ ὑμεῖς. πῶς οὖν; 19.323τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματʼ ἀγαγόντας ἄφνω, ἵνα μηδʼ ἂν βούλησθε δύνησθʼ ἐξελθεῖν. οὐκοῦν τοῦθʼ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δʼ, ὥσπερ ἀκηκόατʼ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι. 19.324ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδʼ ἐναντίον ἔλθῃ ψήφισμα παρʼ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ· τοὺς δʼ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθʼ ἡμεῖς, ἵνα πάνθʼ, ὅσʼ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται· οὗτοι δὲ τοιαῦτʼ ἀπαγγελοῦσι παρʼ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδʼ ἂν ὁτιοῦν κινηθήσονται. 19.325τοῦτον τὸν τρόπον καὶ τοιαύταις τέχναις ὑπὸ τῶν κάκιστʼ ἀπολουμένων ἀνθρώπων πάντα τὰ πράγματʼ ἀπώλετο. καὶ γάρ τοι παραχρῆμα, ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας, Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατʼ ἠνδραποδισμένας, ἀντὶ δὲ τοῦ τὰς Θήβας ταπεινὰς γενέσθαι καὶ περιαιρεθῆναι τὴν ὕβριν καὶ τὸ φρόνημα αὐτῶν, τὰ τῶν συμμάχων τῶν ὑμετέρων Φωκέων τείχη κατεσκάπτετο· Θηβαῖοι δʼ ἦσαν οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπʼ Αἰσχίνου τῷ λόγῳ. 19.326ἀντὶ δὲ τοῦ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ὑμῖν παραδοθῆναι, ὁρμητήριʼ ἐφʼ ὑμᾶς ἐν Εὐβοίᾳ Φίλιππος προσκατασκευάζεται καὶ Γεραιστῷ καὶ Μεγάροις ἐπιβουλεύων διατελεῖ. ἀντὶ δὲ τοῦ τὸν Ὠρωπὸν ὑμῖν ἀποδοθῆναι, περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθʼ ὅπλων ἐξερχόμεθα, , τέως ἦσαν Φωκεῖς σῷοι, οὐδεπώποτʼ ἐποιήσαμεν. 19.327ἀντὶ δὲ τοῦ τὰ πάτριʼ ἐν τῷ ἱερῷ κατασταθῆναι καὶ τὰ χρήματʼ εἰσπραχθῆναι τῷ θεῷ, οἱ μὲν ὄντες Ἀμφικτύονες φεύγουσι καὶ ἐξελήλανται, καὶ ἀνάστατος αὐτῶν χώρα γέγονεν, οἱ δʼ οὐπώποτʼ ἐν τῷ πρόσθεν χρόνῳ γενόμενοι Μακεδόνες καὶ βάρβαροι, νῦν Ἀμφικτύονες εἶναι βιάζονται· ἐὰν δέ τις περὶ τῶν ἱερῶν χρημάτων μνησθῇ, κατακρημνίζεται, πόλις δὲ τὴν προμαντείαν ἀφῄρηται. 19.328καὶ γέγονεν τὰ πράγματα πάνθʼ ὥσπερ αἴνιγμα τῇ πόλει. μὲν οὐδὲν ἔψευσται καὶ πάνθʼ ὅσʼ ἐβουλήθη διαπέπρακται, ὑμεῖς δʼ ἅπερ εὔξαισθʼ ἂν ἐλπίσαντες, τἀναντία τούτων ἑοράκατε γιγνόμενα, καὶ δοκεῖτε μὲν εἰρήνην ἄγειν, πεπόνθατε δὲ δεινότερʼ πολεμοῦντες· οὗτοι δὲ χρήματʼ ἔχουσιν ἐπὶ τούτοις καὶ μέχρι τῆς τήμερον ἡμέρας δίκην οὐ δεδώκασιν. 19.329ὅτι γὰρ ταῦθʼ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγʼ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ, σφόδρʼ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτʼ αὐτοὺς ὑμᾶς εἰδότας· ὅμως δʼ ἔτι καὶ τόδʼ ἀκούσατε. 19.330ἔσθʼ ὅντινʼ ὑμεῖς, ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτʼ ἂν ἐν ἀγορᾷ; τί δέ; δοίητʼ ἂν ἐν πρυτανείῳ σίτησιν ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί; (οὔτε γὰρ ὑμεῖς γʼ ἀχάριστοί ἐστʼ οὔτʼ ἄδικοι ἄνθρωποι οὔτε κακοί.) ὅτι πάνθʼ ὑπὲρ Φιλίππου καὶ οὐδʼ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτʼ ἄν, καὶ ἀληθῆ καὶ δίκαια. 19.331εἶτʼ οἴεσθʼ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν; οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετʼ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσʼ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτʼ οὖν μαρτύρων, ταῦτʼ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων; ταῦτʼ ἀφαιρήσεταί τις ὑμῶν;

19.332εἶπε τοίνυν μοί τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου πρᾶγμα καινότατον πάντων, Χάρητος κατηγορεῖν αὐτὸν παρεσκευάσθαι, καὶ διὰ τούτου τοῦ τρόπου καὶ τούτων τῶν λόγων ἐξαπατήσειν ὑμᾶς ἐλπίζειν. ἐγὼ δʼ ὅτι μὲν πάντα τρόπον κρινόμενος Χάρης εὕρηται πιστῶς καὶ εὐνοϊκῶς, ὅσον ἦν ἐπʼ ἐκείνῳ, πράττων ὑπὲρ ὑμῶν, διὰ τοὺς δʼ ἐπὶ χρήμασι λυμαινομένους τοῖς πράγμασι πολλῶν ὑστερῶν, οὐ σφόδρʼ ἰσχυρίζομαι, ἀλλʼ ὑπερβολὴν ποιήσομαι· ἔστω γὰρ πάντʼ ἀληθῆ λέξειν περὶ αὐτοῦ τουτονί. καὶ οὕτω τοίνυν κομιδῇ γέλως ἐστὶ κατηγορεῖν ἐκείνου τουτονί. 19.333ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι), οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλʼ ἄχρι τούτου πάντʼ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν; τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, καὶ τοῦ δῶρʼ εἰληφέναι, τοῦ μετὰ ταῦτʼ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθʼ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντʼ ἐλπίδας, ὡς ὅσα βουλόμεθʼ ἡμεῖς Φίλιππος πράξει, πάντʼ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθʼ, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτʼ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν. 19.334ταῦτα κατηγορῶ, ταῦτα μέμνησθε, ἐπεὶ δικαίαν εἰρήνην καὶ ἴσην καὶ μηδὲν πεπρακότας ἀνθρώπους μηδὲ ψευσαμένους ὕστερον κἂν ἐπῄνουν καὶ στεφανοῦν ἐκέλευον. στρατηγὸς δʼ εἴ τις ἠδίκηκεν ὑμᾶς, οὐχὶ κοινωνεῖ ταῖς νῦν εὐθύναις. ποῖος γὰρ στρατηγὸς Ἅλον, τίς δὲ Φωκέας ἀπολώλεκε; τίς δὲ Δορίσκον; τίς δὲ Κερσοβλέπτην; τίς δʼ Ἱερὸν ὄρος; τίς δὲ Πύλας; τίς δὲ πεποίηκεν ἄχρι τῆς Ἀττικῆς ὁδὸν διὰ συμμάχων καὶ φίλων εἶναι Φιλίππῳ; τίς δὲ Κορώνειαν, τίς δʼ Ὀρχομενόν, τίς Εὔβοιαν ἀλλοτρίαν; 19.335τίς Μέγαρα πρώην ὀλίγου; τίς Θηβαίους ἰσχυρούς; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺς στρατηγοὺς ἀπώλετο, οὐδʼ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιππος, ἀλλὰ διὰ τούτους ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνως αὐτὸν δέχεσθε. “οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγʼ εἴ τις αἴτιός ἐστι καὶ ἄλλος τοῦ Φωκέων ὀλέθρου, ἀλλʼ ὡς οὐ σὺ αἴτιος δεῖξον. τί οὖν, εἴ τι Δημοσθένης ἠδίκει, νῦν λέγεις, ἀλλʼ οὐχ ὅτε τὰς εὐθύνας ἐδίδου κατηγόρεις; διʼ αὐτὸ γὰρ εἶ τοῦτʼ ἀπολωλέναι δίκαιος. 19.336μὴ λέγʼ ὡς καλὸν εἰρήνη, μηδʼ ὡς συμφέρον· οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην· ἀλλʼ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλʼ ὕστερον ἐξηπατήμεθα, καὶ πάντʼ ἀπώλετο, ταῦτα λέγε. τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότʼ ἐπαινεῖς;” ἂν οὕτω φυλάττητʼ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴν ἄλλως ἐνταῦθʼ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.

19.337καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτʼ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκʼ ἠγωνίζετο, ἐξεβάλλετʼ αὐτὸν καὶ ἐξεσυρίττετʼ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθʼ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δʼ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλʼ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρίʼ εἴργασται κακά, τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε. 19.338μηδαμῶς· μηδὲν ὑμεῖς ἀβέλτερον πάθητε, ἀλλὰ λογίζεσθʼ ὅτι δεῖ κήρυκα μὲν ἂν δοκιμάζητε, εὔφωνον σκοπεῖν, πρεσβευτὴν δὲ καὶ τῶν κοινῶν ἀξιοῦντά τι πράττειν δίκαιον καὶ φρόνημʼ ἔχονθʼ ὑπὲρ μὲν ὑμῶν μέγα, πρὸς δʼ ὑμᾶς ἴσον, ὥσπερ ἐγὼ Φίλιππον μὲν οὐκ ἐθαύμασα, τοὺς δʼ αἰχμαλώτους ἐθαύμασα, ἔσωσα, οὐδὲν ὑπεστειλάμην. οὗτος δʼ ἐκείνου μὲν προὐκαλινδεῖτο, τοὺς παιᾶνας ᾖδεν, ὑμῶν δʼ ὑπερορᾷ. 19.339ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητʼ εὐφωνίαν τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ· κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτʼ ἀγαθὸν γίγνεται· ὅταν δʼ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρʼ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν. 19.340ὁρᾶτε δʼ, ἀφʼ ὧν οὗτος εὐδοκιμεῖ πηλίκα τῇ πόλει περιέστηκε πράγματα. αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν αὐτάρκεις, δὲ τοῦ λέγειν, ἂν τὰ παρʼ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ, διακόπτεται. οὕτως οὖν ἀκούετε τούτου ὡς πονηροῦ καὶ δωροδόκου καὶ οὐδʼ ὁτιοῦν ἐροῦντος ἀληθές.

19.341ὅτι δʼ οὐ μόνον κατὰ τἄλλα, ἀλλὰ καὶ τὰ πρὸς αὐτὸν τὸν Φίλιππον πράγματα πανταχῶς συμφέρει τοῦτον ἑαλωκέναι, θεάσασθε. εἴτε γὰρ ἥξει ποτʼ εἰς ἀνάγκην τῶν δικαίων τι ποιεῖν τῇ πόλει, τὸν τρόπον μεταθήσεται· νῦν μὲν γὰρ ᾕρηται τοὺς πολλοὺς ἐξαπατῶν ὀλίγους θεραπεύειν, ἂν δὲ τούτους ἀπολωλότας πύθηται, ὑμῖν τοῖς πολλοῖς καὶ πάντων κυρίοις τὰ λοιπὰ ποιεῖν βουλήσεται. 19.342εἴτʼ ἐπὶ τῆς αὐτῆς ἧσπερ νῦν ἐξουσίας καὶ ἀσελγείας μενεῖ, τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε, ἂν τούτους ἀνέλητε· οἳ γὰρ οἰόμενοι δίκην ὑφέξειν τοιαῦτʼ ἔπραξαν, τούτους, ἂν τὰ παρʼ ὑμῶν αὐτοῖς ἐφεθῇ, τί οἴεσθε ποιήσειν; ποῖον Εὐθυκράτη, ποῖον Λασθένη, τίνʼ οὐχ ὑπερβαλεῖσθαι προδότην; 19.343τίνα δʼ οὐ πάντων τῶν ἄλλων χείρω πολίτην ὑπάρξειν, ὁρῶντα τοῖς μὲν ἅπαντα πεπρακόσι χρήματα, δόξαν, ἀφορμὴν τὴν Φιλίππου ξενίαν περιοῦσαν, τοῖς δὲ δικαίους τε παρέχουσιν ἑαυτοὺς καὶ προσανηλωκόσι χρήματα πράγματα, ἀπεχθείας, φθόνον περιόντα παρʼ ἐνίων; μηδαμῶς· οὔτε γὰρ πρὸς δόξαν οὔτε πρὸς εὐσέβειαν οὔτε πρὸς ἀσφάλειαν οὔτε πρὸς ἄλλʼ οὐδὲν ὑμῖν συμφέρει τοῦτον ἀφεῖναι, ἀλλὰ τιμωρησαμένους παράδειγμα ποιῆσαι πᾶσι, καὶ τοῖς πολίταις καὶ τοῖς ἄλλοις Ἕλλησιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18 Dem. 19 (English) >>Dem. 20

Powered by PhiloLogic